
[Versets retranscrits d'après le latin ]
[1 Καὶ ἐμβὰς εἰς πλοῖον
διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 καὶ ἰδοὺ προσέφερον αὐτῷ
παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. ]
καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν
εἶπεν τῷ παραλυτικῷ· θάρ[σ]ει, τέκνον,
ἀφίονταί σοι αἱ ἁμαρτίαι.
3 Καὶ ἰδού τινες τῶν γραμματέων
εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
4 καὶ ἰδὼν ὁ Ἰης τὰς ἐνθυμήσεις αὐτῶν
εἶπεν αὐτοῖς· ἱνατί ἐνθυμεῖσθε πονηρὰ
ἐν ταῖς καρδίαις ὑμῶν;
5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν·
ἀφίονταί σου αἱ ἁμαρτίαι,
ἢ εἰπεῖν· ἔγειρε καὶ περιπάτει;
6 ἵνα δὲ ἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς
ἀφιέναι ἁμαρτίας· τότε λέγει τῷ παραλυτικῷ·
ἐγέιρε καὶ ἆρόν σου τὴν κλίνην
καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν
καὶ ἐδόξασαν τὸν Θν τὸν δόντα ἐξουσίαν
τοιαύτην τοῖς ἀνθρώποις.
9 Καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον
καθήμενον ἐπὶ τὸ τελώνιον,
Μαθθαῖον λεγόμενον,
καὶ λέγει αὐτῷ· ἀκολούθει μοι.
καὶ ἀναστὰς ἠκολούθει αὐτῷ.
10 καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ,
[.] ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ
ἐλθόντες συνανέκειντο τῷ Ἰηῦ
καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 ἰδόντες δὲ οἱ Φαρισαῖοι
εἶπον τοῖς μαθηταῖς αὐτοῦ·
διὰ τί ὁ διδάσκαλος ὑμῶν
μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει ;
12 Ὁ δὲ ἀκούσας [εἶπεν· οὐ χρείαν ἔχουσιν]
οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες.
13 πορευθέντες δὲ μάθετε τί ἐστιν·
ἔλεος θέλω καὶ οὐ θυσίαν·
οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλ’ ἁμαρτωλούς.
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου
λέγοντες· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι
νηστεύομεν πολλά,
οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰης· μήτι δύνανται
οἱ υἱοὶ τοῦ νυνφίου νηστεύειν
ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος;
ἐλεύσονται δὲ αἱ ἡμέραι ὅταν [.]ἀρθῇ ἀπ’ αὐτῶν
ὁ νυμφίος, καὶ τότε νηστεύ[.]ουσιν
ἐν ἐκείναις ταῖς ἡμέραις.
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκκους ἀγνάφου
ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ
ἀπὸ τοῦ ἱματίου καὶ χεῖρον σχίσμα γίνεται.
17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς·
εἰ δὲ μή γε, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκοὺς
καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί [.]· βάλλουσιν δὲ
οἶνον νέον εἰς ἀσκοὺς καινούς,
καὶ ἀμφότεροι [.]τηροῦνται.
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων
εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων
[.] ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν·
ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν,
καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθει αὐτῷ
καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη
προσελθοῦσα ὄπισθεν ἥψατο
τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ·
ἐὰν ἅψωμαι μόνον τοῦ ἱματίου αὐτοῦ
σωθήσομαι. 22 ὁ δὲ ἔστη στραφεὶς
καὶ ἰδὼν αὐτὴν εἶπεν·
θάρσει, θύγατηρ· ἡ πίστις σου σέσωκέν σε.
καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 Καὶ ἐλθὼν ὁ Ἰης εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος
καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον
θορυβούμενον 24 ἔλεγεν· ἀναχωρεῖτε,
οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει.
καὶ κατεγέλων αὐτόν.
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος [.]ελθὼν ἐκράτησεν
τὴν χειρὰ αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26 καὶ ἐξῆλθεν ἡ φήμη αὐτοῦ
εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰηῦ
ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες·
ἐλέησον ἡμᾶς, υἱε Δαυίδ.
28 καὶ ἔρχεται εἰς τὴν οἰκίαν
καὶ προσῆλθον αὐτῷ οἱ δύο τυφλοί,
καὶ λέγει αὐτοῖς ὁ Ἰης· πιστεύετε
ὅτι δύναμαι τοῦτο ποιῆσαι ; λέγουσιν αὐτῷ· ναὶ Κε.
29 τότε ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εἶπεν·
κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
30 καὶ ἠνεῴχθησαν οἱ ὀφθαλμοί αὐτῶν.
καὶ ἐνεβριμήσατο αὐτοῖς [.] Ἰης λέγων·
ὁρᾶτε μηδεὶς γινωσκέτω.
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν
ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ
ἄνθρωπον κωφὸν δαιμονιζόμενον.
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου
ἐλάλησεν ὁ κωφός.
καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες·
οὐδέποτε οὕτως ἐφάνη ἐν [.] Ἰσραήλ.
[34 ...] 35 Καὶ περιῆγεν ὁ Ἰης τὰς πόλεις πάσας
καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν
καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας
καὶ θεραπεύων πᾶσαν νόσον
καὶ πᾶσαν μαλακίαν.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη
περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι
καὶ ῥεριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ·
ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
38 δεήθητε οὖν τόν Κν τοῦ θερισμοῦ
ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.