Codex Bezae Cantabrigiensis, Matthew, chapter VIII KATA ΜΑΘΘΑΙΟΝ VIIΙ Codex Bezae Cantabrigiensis

 

Restitution d'après le texte latin :
 
27 ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι
καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
28 Καὶ ἐλθόντι αὐτ [εἰς τὸ πέραν ?]
εἰς τὴν χώραν τῶν Γερασενῶν
ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι
ἐκ τῶν μνημείων ἐξερχόμενοι,
χαλεποὶ λίαν,
ὥστε μὴ ἰσχύειν παρελθεῖν τινὰ
διὰ τῆς ὁδοῦ ἐκείνης.
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες·
τί ἡμῖν καὶ σοί, Ἰηυ υἱὲ τοῦ Θῦ;
ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων
πολλῶν βοσκομένων. 31 οἱ δὲ δαίμονες
παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς,
ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες
ἀπῆλθον εἰς τοὺς χοίρους·
καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη
κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν
καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 οἱ δὲ βόσκοντες ἔφυγον,
καὶ ἀπελθόντες εἰς τὴν πόλιν
ἀπήγγειλαν πάντα
[.] τὰ κατὰ τῶν δαιμονιζομένων.
34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις
ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ
καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν
ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.