Évangile de Matthieu, Codex Bezae Cantabrigiensis, chapitre VI KATA ΜΑΘΘΑΙΟΝ V Codex Bezae Cantabrigiensis

 


1 Προσέχετε
τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν

ἔνπροσθεν τῶν ἀνθρώπων
πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε,
μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν
τῷ ἐν [.] οὐρανοῖς.
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην,
μὴ σαλπίσῃς ἔνπροσθέν σου,
ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν
ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις,
ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων·
ἀμὴν λέγω ὑμῖν,
ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην
μὴ γνώτω ἡ ἀριστερά σου
τί ποιεῖ ἡ δεξιά σου,
4 ὅπως ἡ ἐλεημοσύνη σου ἐν τῷ κρυπτῷ·
καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ
αὐτὸς ἀποδώσει σοι.
5 Καὶ ὅταν προσεύχ, οὐκ ἔσ ὡς οἱ ὑποκριταί,
ὅτι φιλοῦσιν στῆναι ἐν ταῖς συναγωγαῖς
καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν
ἑστῶτες καὶ προσευχόμενοι,
ὅπως φανῶσιν τοῖς ἀνθρώποις·
ἀμὴν λέγω ὑμῖν,
ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ
ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου
πρόσευξαι τῷ πατρί σου [.] ἐν τῷ κρυπτῷ·
καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ
ἀποδώσει σοι.
7 Προσευχόμενοι δὲ μὴ βλατταλογήσητε
ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ
ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς·

οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε
πρὸ τοῦ ὑμᾶς ἀνοῖξε τὸ στόμα.
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·
ἁγιασθήτω τὸ ὄνομά σου·
10 ἐλθάτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου,
[.] ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον·12 καὶ ἄφες ἡμῖν
τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίομεν
τοῖς ὀφειλέταις ἡμῶν·13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς
εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
14 Ἐὰν [.] ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν,
ἀφήσει ὑμῖν καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις,
οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει ὑμῖν
τὰ παραπτώματα ὑμῶν.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε
ὡς οἱ ὑποκριταὶ σκυθρωποί,
ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν
ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες·
ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
17 σὺ δὲ νηστεύων ἄλειψον σου τὴν κεφαλὴν
καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ἵνα μὴ φανῇς
τοῖς ἀνθρώποις νηστεύων
ἀλλὰ τῷ πατρί σου τῷ ἐν [.] κρυφία·
καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν [.] κρυφαίῳ ἀποδώσει σοι.
19 Μὴ θησαυρίσεται  ὑμῖν θησαυροὺς
ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζουσιν
καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ,

Pages manquantes jusqu'à la page en latin du chapitre 8 v. 27