
1Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος,
καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ
οἱ μαθηταὶ αὐτοῦ· 2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ
ἐδίδαξεν αὐτοὺς λέγων·
3 Μακάριοι οἱ πτωχοὶ [.] Πνι, ὅτι αὐτῶν ἐστιν
ἡ βασιλεία τῶν οὐρανῶν.
4 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ
κληρονομήσουσιν τὴν γῆν.
5 μακάριοι οἱ πενθοῦντες,
ὅτι αὐτοὶ παρακληθήσονται.
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,
ὅτι αὐτοὶ χορτασθήσονται.
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὅτι αὐτοὶ τὸν Θν ὄψονται.
9 μακάριοι οἱ εἰρηνοποιοί,
ὅτι [.] υἱοὶ Θῦ κληθήσονται.
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἔσται ἡ βασιλεία τῶν οὐρανῶν.
11 μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς
καὶ ὀνειδίσωσιν καὶ εἴπωσιν καθ’ ὑμῶν
πᾶν πονηρὸν ἕνεκεν δικαιοσύνης.
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν
πολὺς ἐν τῷ οὐρανῷ· οὕτως γὰρ ἐδίωξαν
τοὺς προφήτας τοὺς πρὸ ὑμῶν ὑπάρκοντας.
13Ὑμεῖς ἐστε τὸ ἅλα[ς] τῆς γῆς·
ἐὰν δὲ τὸ ἅλας μωρανθῇ,
ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει
[.] εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι
ὑπὸ τῶν ἀνθρώπων.
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.
οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους
κειμένη· 15 οὐδὲ καίουσιν λύχνον
καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον
ἀλλὰ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν
τοῖς ἐν τῇ οἰκίᾳ.
16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν
ἔνπροσθεν τῶν ἀνθρώπων,
ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα
καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν
τὸν ἐν τοῖς οὐρανοῖς.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον
ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι
ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν·
ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ,
ἰῶτα ἓν ἢ μία κεραία
οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου,
ἕως ἂν γένηται πάντα.
19 ὃς [.] οὖν λύσει μίαν τῶν ἐντολῶν τούτων [.]
ἐλαχίστων καὶ διδάξῃ [.] τοὺς ἀνθρώπους,
ἐλάχιστος κληθήσεται
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· [...] 20 [...]
21 Ἠκούσατε ὅτι ἐρρήθη τοῖς ἀρχαίοις·
οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ,
ἔνοχος ἔσται τῇ κρίσει.
22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος
τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ
ἔνοχος ἔσται τῇ κρίσει·
ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ· ῥακά,
ἔνοχος ἔσται τῷ συνεδρίῳ·
ὃς δ’ ἂν εἴπῃ· μωρέ,
ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου
ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ μνησθῇς
ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
24 ἄφες ἐκεῖ τὸ δῶρόν σου
ἔνπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον
καταλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν
προσφέρεις τὸ δῶρόν σου.
25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ,
[.] ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ,
μήποτέ σε παραδώσει ὁ ἀντίδικος
τῷ κριτῇ καὶ ὁ κριτὴς σε παραδώσει
τῷ ὑπηρέτῃ καὶ εἰς φυλακὴν βληθήσει·
26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν,
ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 Ἠκούσατε ὅτι ἐρρήθη· οὐ μοιχεύσεις.
28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς
ὁ βλέπων γυναῖκα
πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν
ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
29 Εἰ δὲ ὁ ὀφθαλμός ὁ δεξιὸς σου
σκανδαλίζει σε, ἔξελε αὐτὸν
καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι
ἵνα ἀπόληται ἓν τῶν μελῶν σου
καὶ μὴ ὅλον τὸ σῶμά σου
ἀπέλθῃ εἰς γέενναν. 30 [...]
31 Ἐρρέθη δέ·
ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ,
δότω αὐτῇ ἀποστάσιον.
32 ἐγὼ δὲ λέγω ὑμῖν [..]
ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ
παρεκτὸς λόγου πορνείας
ποιεῖ αὐτὴν μοιχευθῆναι, [...].
33 Πάλιν ἠκούσατε
ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις,
ἀποδώσεις δὲ τῷ Κῳ τοὺς ὅρκους σου.
34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως·
μήτε ἐν τῷ οὐρανῷ,
ὅτι θρόνος ἐστὶν τοῦ Θῦ, 35 μήτε ἐν τῇ γῇ,
ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ,
μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν
τοῦ μεγάλου βασιλέως,
36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς,
ὅτι οὐ δύνασαι ποιεῖν
τρίχα μίαν λευκὴν ἢ μέλαιναν.
37 ἔστω δὲ ὁ λόγος ὑμῶν
ναὶ ναί, οὒ οὔ·
τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 Ἠκούσατε ὅτι ἐρρήθη· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ
[.] ὀδόντα ἀντὶ ὀδόντος.
39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι
τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει
ἐπὶ τὴν [.] σιαγόνα σου, στρέψον αὐτῷ
καὶ τὴν ἄλλην· 40 καὶ ὁ θέλων σοι κριθῆναι
καὶ τὸν χιτῶνά σου λαβεῖν,
ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον·
41 καὶ ὅστις σε ἀγγαρεύ[σ]ει μίλιον ἕν,
ὕπαγε μετ’ αὐτοῦ ἔτι ἀλλὰ δύο.
42 τῷ αἰτοῦντί σε δός,
καὶ τῷ θέλοντι [..] δανίσασθαι μὴ ἀποστραφῇς.
43Ἠκούσατε ὅτι ἐρρήθη·
ἀγαπήσεις τὸν πλησίον σου
καὶ μισήσεις τὸν ἐχθρόν σου.
44 ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν
εὐλογεῖτε τούς καταρωμένους ὑμῖν
καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς
καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηριαζόντων
καὶ διωκόντων ὑμᾶς,
45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν
τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει
ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει
ἐπὶ δικαίους καὶ ἀδίκους.
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς,
τίνα μισθὸν ἔξετε;
οὐχὶ καὶ οἱ τελῶναι οὑτῶς ποιοῦσιν;
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν
μόνον, τί περισσὸν ποιεῖτε;
οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
48 ἔσεσθε οὖν ὑμεῖς τέλειοι
ὤσπερ ὁ πατὴρ ὑμῶν ἐν οὐράνιος τέλειός ἐστιν.