
1 Τότε ὁ Ἰης ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνς
πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 καὶ νηστεύσας ἡμέρας - μ -
καὶ τεσσεράκοντα νύκτας,
ὕστερον ἐπείνασεν.
3 καὶ προσῆλθεν αὐτῷ ὁ πειράζων καὶ εἶπεν αὐτῷ· εἰ
υἱὸς εἶ τοῦ Θῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν· γέγραπται·
οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος,
ἀλλ’ ἐν παντὶ ῥήματι [...] Θῦ.
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος
εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτὸν
ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ 6 καὶ λέγει αὐτῷ·
εἰ υἱὸς εἶ [.] Θῦ, βάλε σεαυτὸν κάτω·
γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ
ἐντελεῖται περὶ σοῦ
καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε
προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7 ἔφη αὐτῷ ὁ Ἰης· πάλιν γέγραπται·
οὐ [.]πειράσεις Κν τὸν Θν σου.
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος
εἰς ὄρος ὑψηλὸν λίαν καὶ ἔδειξεν αὐτῷ
πάσας τὰς βασιλείας τοῦ κόσμου
καὶ τὴν δόξαν αὐτῶν 9 καὶ εἶπεν αὐτῷ·
ταῦτά πάντα σοι δώσω,
ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 τότε λέγει αὐτῷ ὁ Ἰης· ὕπαγε ὀπίσω μου,
σατανᾶ· γέγραπται γάρ·
Κν τὸν Θν σου προσκυνήσεις
καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος,
καὶ ἰδοὺ ἄγγελοι προσῆλθον
καὶ διηκόνουν αὐτῷ.
12 Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη
ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13 καὶ καταλιπὼν τὴν Ναζαρὲθ
ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ
τὴν παραθαλασσίoν ἐν ὁρίοις Ζαβουλὼν
καὶ Νεφθαλίμ·
14 ἵνα πληρωθῇ τὸ ῥηθὲν
διὰ Ἠσαΐου τοῦ προφήτου τοῦ λέγοντος·
15 γῆ Ζαβουλὼν καὶ [.] Νεφθαλίμ, ὁδὸν θαλάσσης,
πέραν τοῦ Ἰορδάνου, Γαλιλαίας τῶν ἐθνῶν,
16 ὁ λαὸς ὁ καθήμενος ἐν τῇ σκοτίᾳ
εἶδον φῶς μέγαν
[.] οἱ καθήμενοι ἐν χώρᾳ [.] σκιᾷ θανάτου
φῶς ἀνέτειλεν αὐτοῖς.
17 Ἀπὸ τότε γὰρ ἤρξατο [.] Ἰης κηρύσσειν καὶ λέγειν·
μετανοεῖτε· ἤγγικεν γὰρ
ἡ βασιλεία τῶν οὐρανῶν.
18 Παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας
εἶδεν δύο ἀδελφούς,
Σίμωνα τὸν λεγόμενον Πέτρον
καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,
βάλλοντας ἀμφίβληστρος εἰς τὴν θάλασσαν·
ἦσαν γὰρ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς·
δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς
γενέσθαι ἁλιεῖς ἀνθρώπων.
20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα
ἠκολούθησαν αὐτῷ. 21 καὶ προβὰς ἐκεῖθεν
εἶδεν ἄλλους δύο ἀδελφούς,
Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου
καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ,
ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν
καταρτίζοντας τὰ δίκτυα αὐτῶν,
καὶ ἐκάλεσεν αὐτούς.
22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον
καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 Καὶ περιῆγεν ὁ Ἰης ὅλην τὴν Γαλιλαίαν
διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν
καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας
καὶ θεραπεύων πᾶσαν νόσον
καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 Καὶ ἀπῆλθεν αὐτοῦ ἡ ἀκοὴ εἰς ὅλην τὴν Συρίαν·
καὶ προσήνεγκαν αὐτῷ πάντας
τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις
καὶ βασάνοις συνεχομένους
καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους
καὶ παραλυτικούς, καὶ πάντας ἐθεράπευσεν.
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ
ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως
καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας
καὶ πέραν τοῦ Ἰορδάνου.