
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάνης
ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
2 καὶ λέγων· μετανοεῖτε·
ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς
διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
ἑτοιμάσατε τὴν ὁδὸν Κυ,
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 αὐτὸς δὲ [.]Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ
ἀπὸ τριχῶν καμήλλου καὶ ζώνην δερματίνην
περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ
ἀκρίδες καὶ μέλι ἄγριον.
5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν
Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία
καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ [..] ὓπ' αὐτοῦ
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων
καὶ Σαδδουκαίων ἐρχομένους
ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς·
γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν
-------------------------Pages réécrites au IXs dans le scriptorium de Florus
ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 ποιήσατε οὖν καρπὸν
ἄξιον [.] μετανοίας 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς·
πατέρα ἔχομεν τὸν Ἀβραάμ. λέγω γὰρ ὑμῖν [.]τι δύναται
ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10 ἤδη δ[.] ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται·
πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται
καὶ εἰς πῦρ βάλλεται. 11Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι
εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός
μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι·
αὐτὸς ὑμᾶς βαπτίσ[.]ι ἐν Πνι ἁγίῳ καὶ πυρί·
12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ
τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς
τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Τότε παραγίν[.]ται ὁ Ἰς ἀπὸ τῆς Γαλιλαίας
ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάνην τοῦ βαπτισθῆναι
ὑπ’ αὐτοῦ. 14 ὁ δὲ Ἰωάνης διεκώλιεν αὐτὸν λέγων·
ἐγὼ χρείαν ἔχω ὑπὸ σὺ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ
πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰς εἶπεν πρὸς αὐτόν·
ἄφες ἄρτι, οὕτως γὰρ
πρέπον ἐστὶν ἡμῖν
πληρῶσαι πᾶσαν δικαιοσύνην.
τότε ἀφίησιν αὐτόν.
16 καὶ βαπτισθεὶς ὁ Ἰς
εὐθὺς ἀνέβη
ἀπὸ τοῦ ὕδατος·
καὶ ἰδοὺ
ἠνεῴχθησαν αὐτῷ
οἱ οὐρανοί,
καὶ εἶδεν τὸ Πνα
τοῦ Θῦ
καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ
ὡς περιστερὰν καὶ ἐρχόμενον είς αὐτόν·
17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα
πρὸς αύτὸν· σὺ ει ὁ υἱός μου ὁ ἀγαπητός,
ἐν ᾧ εὐδόκησα.