Codex Bezae Cantabrigiensis, Matthew, chapter XXVIII KATA ΜΑΘΘΑΙΟΝ XXVIII Codex Bezae Cantabrigiensis




1Ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ
εἰς μείαν σαββάτων ἦλθεν Μαρι [.] Μαγδαληνὴ
καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας·

ἄγγελος γὰρ Κυ καταβὰς ἀπ᾽ οὐρανοῦ [.]
προσελθὼν ἀπεκύλισεν τὸν λίθον
καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ
καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χειών.
4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες
καὶ ἐγενήθησαν ὡς νεκροί. 
5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν·
μὴ φοβεῖσθαι ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰην
τὸν ἐσταυρωμένον ζητεῖται· 6 οὐκ ἔστιν ὧδε,
ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε εἴδεται τὸν τόπον
ὅπου ἔκειτο ὁ Κς. 7 καὶ ταχὺ πορευθεῖσαι
εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη [...]
καὶ [.] προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν,
ἐκεῖ αὐτὸν ὄψεσθαι· ἰδοὺ εἶπον ὑμεῖν.
8 Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου
μετὰ φόβου καὶ χαρᾶς μεγάλης
ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 καὶ ἰδοὺ Ἰησοῦς πήντησεν αὐταῖς
λέγων· χαίραιται. αἱ δὲ προσελθοῦσαι
ἐκράτησαν τοὺς πόδας αὐτοῦ
καὶ προσεκύνησαν αὐτῷ.
10 τότε λέγει αὐταῖς ὁ Ἰης· μὴ φοβεῖσθαι·
ὑπάγεται ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου
ἵνα ἀπέλθωσιν εἰς [.] Γαλιλαίαν,
κἀκεῖ με ὄψεσθαι.
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας
 ἐλθόντες εἰς τὴν πόλιν ἀνήγγειλαν
τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων
συνβούλιόν [.] λαβόντες ἀργύριον ἱκανὸν
ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες·
εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ

νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν
ἡμῶν κοιμωμένων. 14 καὶν ἀκουσθῇ τοῦτο
ὑπὸ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν
καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν
ὡς ἐδιδάχθησαν.
καὶ διεφημίσθη ὁ λόγος οὗτος
παρὰ τοῖς Ἰουδαίοις ἕως τῆς σήμερον ἡμέρας.
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν
εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος
οὗ ἐτάξατο αὐτοῖς [.] Ἰης, 17 καὶ ἰδόντες αὐτὸν
προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
18 καὶ προσελθὼν ὁ Ἰης ἐλάλησεν αὐτοῖς λέγων·
ἐδόθη μοι πᾶσα ἐξουσία
ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς. 19 πορεύεσθαι οὖν
μαθητεύσατε πάντα τὰ ἔθνη,
βαπτίζοντες αὐτοὺς
εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ [.] υἱοῦ
καὶ τοῦ ἁγίου Πνς, 20 διδάσκοντες αὐτοὺς
τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμεῖν·
καὶ ἰδοὺ ἐγὼ εἰμι μεθ’ ὑμῶν 
πάσας τὰς ἡμέρας
ἕως τῆς συντελείας τοῦ αἰῶνος.
∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫∫

εὐαγγέλιον κατὰ

Μαθθαίον ἐτελέσθη

ἄρχεται εὐαγγέλιον

κατὰ Ἰωάννην