
1 Πρωΐας δὲ γενομένης
συνβούλιον ἐποίησαν πάντες
οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ
κατὰ τοῦ Ἰηῦ ἵνα θανατώσουσιν αὐτόν·
La page ayant été découpée, le texte grec a été reconstitué
à partir du latin corrrespondant :
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον
καὶ παρέδωκαν Πoντίο Πιλάτῳ τῷ ἡγεμόνι.
3 Τότε ἰδὼν Ἰούδας ὁ παραδοὺς αὐτὸν
ὅτι κατακρίνεται, μεταμεληθεὶς
ἔθηκεν τὰ -λ- ἀργύρια τοῖς ἀρχιερεῦσιν
καὶ πρεσβυτέροις 4 λέγων· ἥμαρτον
παραδοὺς αἷμα δίκαιον.
οἱ δὲ εἶπαν· τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.
5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν
ἀπεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
6 Οἱ δὲ ἀρχιερεῖς
λαβόντες τὰ ἀργύρια εἶπαν·
οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβᾶν,
ἐπεὶ τιμὴ αἵματός ἐστιν.
7 συνβούλιον δὲ λαβόντες ἐξ αὐτῶν
ἠγόρασαν τὸν ἀγρὸν τοῦ κεραμέως
εἰς ταφὴν τοῖς ξένοις.
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἁικελδαιμάχ
τοῦτ' ἔστιν ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
9 τότε ἐπληρώθη τὸ ῥηθὲν
διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·
καὶ ἔλαβον τὰ -λ- ἀργύρια,
τὴν τιμὴν τοῦ τετιμημένου
ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 καὶ ἔδωκαν αὐτὰ
εἰς τὸν ἀγρὸν τοῦ κεραμέως,
καθὰ συνέταξέν μοι κύριος.
11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· τὴν τιμὴν τοῦ τετιμημένου
ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 καὶ ἔδωκαν αὐτὰ
εἰς τὸν ἀγρὸν τοῦ κεραμέως,
καθὰ συνέταξέν μοι κύριος.
καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων·
σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
ὁ δὲ Ἰησοῦς ἔφη· σὺ λέγεις.
12 καὶ ἐν τῷ κατηγορεῖσθαι
ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων
οὐδὲν ἀπεκρείνετο.
13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις τόσα
καταμαρτυροῦσιν σου; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ [..]
ἓν ῥῆμα,
ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 Κατὰ δὲ τὴν ἑορτὴν εἰώθει ὁ ἡγεμὼν
ἀπολύειν ἕνα δέσμιον τῷ ὄχλῳ
ὃν ἤθελον.
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον
τὸν λεγόμενον Βαραββᾶν.
17 συνηγμένων δὲ αὐτῶν εἶπεν αὐτοῖς ὁ Πειλᾶτος·
τίνα θέλεται ὑμεῖν ἀπολύσω, Βαραββᾶν ἢ Ἰησοῦν
τὸν λεγόμενον Χρν;
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον
παρέδωκαν αὐτόν.
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος
ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα·
μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ·
πολλὰ γὰρ ἔπαθον σήμερον
κατ’ ὄναρ δι’αὐτόν.
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι
ἔπεισαν τοὺς ὄχλους
ἵνα αἰτήσωνται τὸν Βαραββᾶν,
τὸν δὲ Ἰην ἀπολέσωσιν.
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς·
τίνα θέλεται ἀπὸ τῶν δύο ἀπολύσω ὑμεῖν;
οἱ δὲ εἶπαν· [.] Βαραββᾶν.
22 λέγει αὐτοῖς ὁ Πειλᾶτος· τί οὖν ποιήσωμεν Ἰην
τὸν λεγόμενον Χρν; λέγουσιν πάντες·
σταυρωθήτω. 23 λέγει αὐτοῖς ὁ ἡγεμών ·
τί γὰρ κακὸν ἐποίησεν;
οἱ δὲ περισσῶς ἔκραξαν λέγοντες·
σταυρωθήτω.
24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ
ἀλλὰ μᾶλλον θόρυβος γείνεται,
λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας
κατέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἐγὼ
ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθαι.
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν·
τὸ αἷμα αὐτοῦ
ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν,
τὸν δὲ Ἰην φλαγελλώσας παρέδωκεν αὐτοῖς
ἵνα σταυρώσωσιν αὐτόν.
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος
παραλαβόντες τὸν Ἰην εἰς τὸ πραιτώριον
συνήγαγεν ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.
28 καὶ ἐνδύσαντες αὐτὸν εἰμάτιον πορφυροῦν
καὶ χλαμύδαν κοκκίνην περιέθηκαν αὐτῷ,
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν
ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
καὶ κάλαμον ἐν τῇ δεξειᾷ αὐτοῦ,
καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ
ἐνέπεξαν αὐτῷ λέγοντες·
χαῖραι, βασιλεῦ τῶν Ἰουδαίων,
30 καὶ ἐνπτύσαντες εἰς αὐτὸν
ἔλαβον τὸν κάλαμον
καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν
τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν
τὰ εἱμάτια αὐτοῦ [.] ἀπήγαγον αὐτὸν
εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ
εὗρον ἄνθρωπον Κυρηναῖον
εἷς ἀπάντησιν αὐτοῦ ὀνόματι Σίμωνα,
τοῦτον ἠνγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ,
ὅ ἐστιν Κρανίου Τόπος [.], 34 καὶ ἔδωκαν αὐτῷ π[ι]εῖν
οἶνον μετὰ χολῆς μεμειγμένον·
καὶ γευσάμενος οὐκ ἠθέλησεν π[ι]εῖν.
35 Σταυρώσαντες δὲ αὐτὸν
διεμερίσαντο τὰ εἱμάτεια αὐτοῦ
βάλοντες κλῆρον, 36 καὶ καθήμενοι
ἐτήρουν αὐτὸν ἐκεῖ. 37 Καὶ ἐπέθηκαν
ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτείαν αὐτοῦ
γεγραμμένην· οὗτός ἐστιν Ἰης
ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί,
εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν
κεινοῦντες τὴν κεφαλήν αὐτῶν 40 καὶ λέγοντες·
οὐά ὁ καταλύων τὸν ναὸν
καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ Θῦ,
καὶ κατάβηθει ἀπὸ τοῦ σταυροῦ.
41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς
ἐμπαίζοντες μετὰ τῶν γραμματαίων
καὶ φαρισαίων λέγοντες· 42 ἄλλους ἔσωσεν,
ἑαυτὸν οὐ δύναται σῶσαι·
βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν
ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν [.] αὐτῷ.
43 εἰ πέποιθεν ἐπὶ τὸν Θν , ῥυσάσθω νῦν αὐτὸν
εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θῦ εἰμι υἱός.
44 Τὸ δὲ αὐτοὶ καὶ οἱ λῃσταὶ οἱ [.]σταυρωθέντες
σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο
ἐπὶ πᾶσαν τὴν γῆν ἕως ἐνάτης ὥρας.
46 περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ Ἰης
φωνῇ μεγάλῃ λέγων·
ηλει ηλει λαμ' αζαφθανει ; τοῦτ’ ἔστιν·
Θέ μου Θέ μου, ἱνατί με ἐνκατέλιπες ;
47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων
ἀκούσαντες ἔλεγον [.] Ἠλείαν φωνεῖ οὗτος.
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν
καὶ λαβὼν σπόγγον πλήσας [.] ὄξου
καὶ περιθεὶς καλάμῳ ἐπότειζεν αὐτόν.
49 οἱ δὲ λοιποὶ εἶπον· ἄφες ἴδωμεν
εἰ ἔρχεται Ἠλείας καὶ σώσει αὐτόν.
50 ὁ δὲ Ἰης πάλιν κράξας φωνῇ μεγάλῃ
ἀφῆκεν τὸ Πνα.
51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ
ἐσχίσθη εἰς δύο μέρη ἀπὸ ἄνωθεν
ἕως κάτω καὶ ἡ γῆ ἐσείσθη
καὶ αἱ πέτραι ἐσχίσθησαν,
52 καὶ τὰ μνημῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα
τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν,
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημίων
μετὰ τὴν ἔγερσιν αὐτοῦ
[.]ἦλθον εἰς τὴν ἁγίαν πόλιν
καὶ ἐφάνησαν πολλοῖς.
54 Ὁ δὲ ἑκατοντάρχης
καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰην
εἰδόντες τὸν σεισμὸν καὶ τὰ γεινόμενα
ἐφοβήθησαν σφόδρα, [λέ]γοντες·
ἀληθῶς υἱὸς Θῦ ἦν οὗτος.
55 Ἦσαν δὲ καὶ γυναῖκες πολλαὶ
ἀπὸ μακρόθεν θεωροῦσαι,
αἵτινες ἠκολούθησαν τῷ Ἰηῦ ἀπὸ τῆς Ἀγιλειλαίας
διακονοῦσαι αὐτῷ·
56 ἐν αἷς ἦν Μαρία [.] Μαγδαληνὴ
καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ
καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδέου.
57 Ὀψείας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος
ἀπὸ Ἁρειμαθαείας, το ὄνομα Ἰωσήφ,
ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰηῦ·
58 οὗτος προσήλθεν τῷ Πειλάτῳ
καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰηῦ.
τότε ὁ Πειλᾶτος ἐκέλευσεν
ἀποδοθῆναι τὸ σῶμα.
59 Καὶ παραλαβὼν ὁ Ἰωσὴφ τὸ σῶμα
ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημίῳ
ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ
καὶ προσκυλίσας λίθον μέγαν
τῇ θύρᾳ τοῦ μνημίου ἀπῆλθεν.
61 Ἦν δὲ ἐκεῖ Μαριὰ [.] Μαγδαληνὴ
καὶ [.] ἄλλη Μαρία καθήμεναι κατέναντι τοῦ τάφου.
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν,
συνήχθησαν οἱ ἀρχιερεῖς
καὶ οἱ Φαρισαῖοι πρὸς Πειλᾶτον 63 λέγοντες·
Κε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν
ἔτι ζῶν· ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 καίλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον
ἕως [.] ἡμέρας τρείτης, μήποτε ἐλθόντες
οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν
καὶ ἔρουσιν τῷ λαῷ·
ἠγέρθη ἀπὸ τῶν νεκρῶν,
καὶ ἔσται ἡ αἰσχάτη πλάνη χείρω τῆς πρώτης.
65 ἔφη αὐτοῖς ὁ Πειλᾶτος· ἔχεται φυλακάς·
ὑπάγεται ἀσφαλίσασθαι ὡς οἴδατε.
66 οἱ δὲ πορευθέντες ἠσφάλισαν τὸν τάφον
σφραγίσαντες τὸν λίθον μετὰ τῶν φυλακῶν.