
1 Καὶ ἐγένετο ὅτε [ἐτέ]λεσεν ὁ Ἰης
πάντας τοὺς λόγους τούτους,
εἶπεν τοῖς μαθηταῖς [.]· 2 [.] ὅτι μετὰ δύο ἡμέρας
τὸ πάσχα γείνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου
παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 Τότε συνήχθησαν οἱ ἀρχειερεῖς
καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ
εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως
τοῦ λεγομένου Καϊφα 4 καὶ συνεβουλεύοντο
ἵνα τὸν Ἰην δόλῳ κρατήσωσιν
καὶ ἀποκτείνωσιν· 5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ,
ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 Τοῦ δὲ Ἰηῦ γενομένου ἐν Βηθανίᾳ
ἐν οἰκείᾳ Σίμωνος τοῦ λεπρωσοῦ,
7 προσῆλθεν αὐτῷ γυνὴ
ἔχουσα ἀλάβαστρον μύρου πολυτείμου
καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
ἀνακειμένου αὐτοῦ. 8 ἰδόντες δὲ οἱ μαθηταὶ
ἠγανάκτησαν λέγοντες·
εἰς τί ἡ ἀπώλεια αὕτη;
9 ἠδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ
καὶ δοθῆναι τοῖς πτωχοῖς.
10 Γνοὺς δὲ [.] Ἰης εἶπεν αὐτοῖς·
τί κόπους παρέχεται τῇ γυναικεί;
ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·
11 πάντοτε γὰρ τοὺς πτωχοὺς
ἔχετε μεθ’ ἑαυτῶν,
ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο
ἐπὶ τοῦ σώματός μου
πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 ἀμὴν λέγω ὑμεῖν, ὅπου ἂν κηρυχθῇ
τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ,
λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη
εἰς μνημόσυνον αὐτῆς.
14 Τότε πορευθεὶς εἷς τῶν —ιβ—,
ὁ λεγόμενος Ἰούδας Σκαριώτης,
πρὸς τοὺς ἀρχιερεῖς
15 καὶ εἶπεν αὐτοῖς· τί θέλετέ μοι δοῦναι,
καὶ ἐγὼ ὑμεῖν παραδώσω αὐτόν;
οἷς δὲ ἔστησαν αὐτῷ —λ— στατήρας.
16 καὶ ἀποτε ἐζήτει εὐκαιρίαν
ἵνα αὐτὸν παραδῷ αὐτοῖς.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων
προσῆλθον οἱ μαθηταὶ τῷ Ἰηῦ λέγοντες·
ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ πάσχα;
18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν
πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ·
ὁ διδάσκαλος λέγει· ὁ καιρός μου ἐνγύς ἐστιν,
πρὸς σὲ ποιήσω τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς
ὁ Ἰης καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Ὀψείας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν ιβ.
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν·
ἀμὴν λέγω ὑμεῖν
ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν [.]
εἷς ἕκαστος αὐτῶν · μήτι ἐγώ εἰμι, Κε;
23 ὁ δὲ ἀποκρ[ιθ]εὶς εἶπεν· ὁ ἐνβαπτόμενος
τὴν χεῖρα μετ’ἐμοῦ εἰς τὸ τρυβαλίον
οὗτός με παραδώσει.
24 ὁ μὲν οὖν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει
καθὼς γέγραπται περὶ αὐτοῦ,
οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ
δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται·
διὰ τοῦτο καλὸν ἦν αὐτῷ
εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 ἀποκριθεὶς δὲ ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν·
μήτι ἐγώ εἰμι, ῥαββεί; λέγει αὐτῷ· σὺ εἶπας.
26 αὐτῶν δὲ ἐσθιόντων ὁ Ἰης λαβὼν ἄρτον
καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν·
λάβετε φάγεται, τοῦτό ἐστιν τὸ σῶ[μά μου].
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστή[σας]
ἔδωκεν αὐτοῖς λέγων· πείεται ἐξ αὐτοῦ [πάντες],
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου
τῆς καινῆς διαθήκης τὸ ὑπὲρ πολλῶν
ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 λέγω δὲ ὑμεῖν, οὐ μὴ πίω ἀπ’ἄρτει
ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου
ἕως τῆς ἡμέρας ἐκείνης
ὅταν αὐτὸ πίω μεθ’ ὑμῶν καινὸν
ἐν τῇ βασειλείᾳ τοῦ Πρς μου.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς ὁ Ἰης· πάντες ὑμεῖς
σκανδαλισθήσεσθαι ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ,
γέγραπται γάρ·
πατάξω τὸν ποιμένα,
καὶ διασκορπισθήσεται
τὰ πρόβατα τῆς ποίμνης.
32 μετὰ δὲ τὸ ἐγερθῆναί με
προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ·
εἰ πάντες σκανδαλισθήσονται ἐν σοί,
ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
34 ἔφη αὐτῷ ὁ Ἰης· ἀμὴν λέγω σοι
ὅτι [.] ταύτῃ τῇ νυκτεὶ πρεὶν ἀλέκτορα φωνῆσαι
τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ [.] Πέτρος·
κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν,
οὐ μή σε ἀπαρνήσομαι.
ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 Τότε ἔρχεται ὁ Ἰης μετ’ αὐτῶν
εἰς χωρίον λεγόμενον Γεθσαμανεὶ
καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ·
καθίσατε αὐτοῦ ἕως ἂν ἀπελθὼν ἐκεῖ προσεύξoμαι.
37 καὶ παραλαβὼν τὸν Πέτρον
καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου
ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 τότε λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου
ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖται
μετ’ ἐμοῦ. 39 Καὶ προσελθὼν μεικρὸν
ἔπεσεν ἐπεὶ πρόσωπον αὐτοῦ
προσευχόμενος καὶ λέγων· πάτερ μου,
εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ
τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω
ἀλλ’ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς
αὐτοὺ καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας,
καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσαται
μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;
41 γρηγορεῖται καὶ προσεύχεσθαι,
ἵνα μὴ εἰσέλθηται εἰς πειρασμόν·
τὸ μὲν Πνα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν
προσηύξατο λέγων· πάτερ μου,
εἰ οὐ δύναται τὸ ποτήριον τοῦτο παρελθεῖν
ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας,
ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 Καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο
[..] τὸν αὐτὸν λόγον εἰπὼν [.]
45 τότε ἔρχεται πρὸς τοὺ[ς] μαθητὰς αὐτοῦ
καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν
καὶ ἀναπαύεσθαι; ἰδοὺ ἤγγικεν ἡ ὥρα
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται
εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν·
ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος
ἰδοὺ Ἰούδας εἷς τῶν ιβ ἦλθεν
καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν
καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων
καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς
σημεῖον λέγων· ὃν ἂν φιλήσω αὐτός ἐστιν,
κρατήσατε αὐτόν.
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰηῦ εἶπεν·
χαῖραι, ῥαββεί, καὶ κατεφίλησεν αὐτόν.
50 εἶπεν δὲ αὐτῷ ὁ Ἰης· ἐφ’ ὃ πάρει, ἑτεραι;
τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας
ἐπὶ τὸν Ἰην καὶ ἐκράτησαν αὐτόν.
51 Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰηῦ
ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιρα[ν]
αὐτοῦ καὶ ἐπάταξεν τὸν δοῦλον
τοῦ ἀρχιερέως
καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτείον.
52 τότε λέγει αὐτῷ ὁ Ἰης·
ἀπόστρεψον τὴν μάχαιράν σου
εἰς τὸν τόπον αὐτῆς·
πάντες γὰρ οἱ λαβόντες μάχαιραν
ἐν μαχαίρᾳ ἀπολοῦνται.
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι
παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι
[.] πλείω ιβ λεγειῶνης ἀγγέλων;
54 πῶς οὖν πληρωθήσονται αἱ γραφαὶ
ὅτι οὕτως δεῖ γενέσθαι; 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ
ὁ Ἰης εἶπεν τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν
[.]ήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων
συνλαβεῖν με;
καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθήμην
ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
56 τοῦτο δὲ ὅλον γέγονεν
ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν.
Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτ[ὸν ἔφυγον].
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰην ἀπήγαγον
πρὸς Καείφαν τὸν ἀρχιερέα,
ὅπου οἱ γραμματεῖς
καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν
ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως
καὶ εἰσελθὼν ἔσω ἐκάθητο
μετὰ τῶν ὑπηρετῶν εἰδεῖν τὸ τέλος.
59 Οἱ δὲ ἀρχιερεῖς
καὶ τὸ συνέδριον ὅλον ἐζήτουν
ψευδομαρτυρείαν κατὰ τοῦ Ἰηῦ
ὅπως αὐτὸν θανατώσωσιν,
60 καὶ οὐχ εὗρον τὸ ἑξῆς.
καὶ πολλοὶ προσῆλθον ψευδομάρτυρες
καὶ οὐχ εὗρον τὸ ἑξῆς.
ὕστερον δὲ ἧλθον δύο ψευδομάρτυρες
61καὶ εἶπον· τοῦτον ἠκούσαμεν λέγοντα
δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θῦ
καὶ διὰ τρειῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ·
οὐδὲν ἀποκρίνῃ ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 ὁ δὲ Ἰης ἐσιώπα ἀποκριθεὶς οὖν
ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· [.]ορκίζω σε
κατὰ τοῦ Θῦ τοῦ ζῶντος ἵνα ἡμεῖν εἴπῃς
εἰ σὺ εἶ ὁ Χρς ὁ υἱὸς τοῦ Θῦ. 64 λέγει αὐτῷ ὁ Ἰης·
σὺ εἶπας. πλὴν λέγω ὑμεῖν
ὅτι ἀπ’ ἄρτι ὄψεσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου
καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως
καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 Τότε ὁ ἀρχιερεὺς διέρρηξεν
τὰ εἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν·
τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
ἴδε νῦν ἠκούσατε τὴν βλασφημείαν·
66 τί ὑμεῖν δοκεῖ;
οἱ δὲ ἀποκρίθησαν πάντες καὶ εἶπον·
ἔνοχος θανάτου ἐστίν.
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ
καὶ ἐκολάφισαν αὐτόν,
ἇλλοἱ δὲ ἐράπεισαν αὐτὸν 68 λέγοντες·
προφήτευσον ἡμεῖν, Χρέ, τίς ἐστιν ὁ παίσας σε;
69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ·
καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα·
καὶ σὺ ἦσθα μετὰ Ἰηῦ τοῦ Γαλειλαίου.
70 ὁ δὲ ἠρνήσατο ἔνπροσθεν πάντων λέγων·
οὐκ οἶδα τί λέγεις οὑδὲ ἐπίσταμαι
71Ἐξελθόντος δὲ εἰς τὸν πυλῶνα
εἶδεν αὐτὸν ἄλλη παιδίσκη
καὶ λέγει τοῖς ἐκεῖ· οὗτος ἦν μετὰ Ἰηῦ
τοῦ Ναζωραίου. 72 καὶ πάλιν ἠρνήσατο
μεθ' ὅρκου λέγων· [.] οὐκ οἶδα τὸν ἄνθρωπον.
73 Μετὰ μεικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες
εἶπον τῷ Πέτρῳ· ἀληθῶς [..] ἐξ αὐτῶν εἶ,
καὶ γὰρ ἡ λαλειά σου ὁμοιάζει.
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν
ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75 καὶ ἐμνήσθη ὁ Πέτρος
τοῦ ῥήματος Ἰηῦ εἰρηκότος·
[.] πρὶν ἀλέκτορα φωνῆσαι
τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω
ἔκλαυσεν πικρῶς.