Codex Bezae Cantabrigiensis, Matthew, chapter XXV KATA ΜΑΘΘΑΙΟΝ XXV Codex Bezae Cantabrigiensis




1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν
δέκα παρθένοις, αἵτινες λαβοῦσαι
τὰς λαμπάδας ἑαυτῶν
ἐξῆλθον εἰς πάντησιν τοῦ νυμφίου
καὶ τῆς νύμφης.
2 πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ
καὶ πέντε φρόνιμοι.
3 αἱ οὖν μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν
οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον
ἐν τοῖς ἀγγείοις αὐτῶν 4 αἱ δὲ φρόνιμοι
ἔλαβον ἔλεον ἐν τοῖς ἀγγείοις
μετὰ τῶν λαμπάδων αὐτῶν.
5 χρονίζοντος δὲ τοῦ νυμφίου
ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν·

ἰδοὺ ὁ νυμφίος, ἐξέρχεται εἰς ἀπάντησιν αὐτοῦ.
7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι [.]
καὶ ἐκόσμησαν τὰς λαμπάδας αυτῶν.
8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπoν·
δότε ἡμεῖν ἐκ τοῦ ἐλεου ὑμῶν,
ὅτι αἱ λαμπάδες ἡμῶν ζβέννυνται.
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι·
μήποτε οὐ μὴ ἀρκέσει ἡμῖν καὶ ὑμεῖν·
πορεύεσθαι μᾶλλον πρὸς τοὺς πωλοῦντας
καὶ ἀγοράσαται ἑαυταῖς
10 ἔως ὑπάγουσιν ἀγοράσαι ἦλθεν ὁ νυμφίος,
καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ
εἰς τοὺς γάμους καὶ ἐκλίσθη ἡ θύρα.
11 ὕστερον δὲ ἦλθον [.] αἱ λοιπαὶ παρθένοι λέγουσαι·
Κε Κε, ἄνοιξον ἡμεῖν.
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμεῖν,
οὐκ οἶδα ὑμᾶς.13 Γρηγορεῖται οὖν,
ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.
14 Ὥσπερ [.] ἄνθρωπος ἀποδημῶν
ἐκάλεσεν τοὺς ἰδίους δούλους
καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
15 καὶ ᾧ μὲν ἔδωκεν —ε— τάλαντα,
ᾧ δὲ —β—, ᾧ δὲ —ἕνα—, ἑκάστῳ
κατὰ τὴν [.] δύναμιν αὐτοῦ,
καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ
ὁ τὰ πέντε τάλαντα λαβὼν
ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν
ἄλλα —ε— τάλαντα·
17 ὡμοίως καὶ ὁ τὰ δύο τάλαντα λαβὼν
καὶ αὐτός
ἐκέρδησεν ἄλλα δύο.
18 ὁ δὲ τὸ ἓν λαβὼν [.] ὤρυξεν ἐν τῇ γῇ
καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ Κυ αὐτοῦ. 
19 Μετὰ δὲ πολὺν χρόνον

ἔρχεται ὁ Κς τῶν δούλων ἐκείνων
καὶ συνερει λόγον μετ’ αὐτῶν.
20 καὶ προσελθὼν
ὁ τὰ πέντε τάλαντα λαβὼν
προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κε,
πέντε τάλαντά μοι παρέδωκας·
εἴδε ἄλλα πέντε τάλαντα ἐπεκέρδησα.
21 ἔφη αὐτῷ ὁ Κς αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ
πιστέ, ἐπ(ε)ὶ επ᾽ ὀλίγα ἦς πιστός,
ἐπὶ πολλῶν σε καταστήσω·
εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυ σου. 
22 Προσελθὼν δὲ
καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπεν·
Κε, δύο τάλαντά μοι παρέδωκες·
ἰδοὺ ἄλλα δύο τάλαντα ἐπεκέρδησα.
23 ἔφη αὐτῷ ὁ Κς αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ
πιστέ, ἐπ(ε)ὶ ἐπ᾽ὀλίγα ἦς πιστός,
ἐπὶ πολλῶν σε καταστήσω·
εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυ σου. 
24 Προσελθὼν δὲ [.]
ὁ τὸ ἓνα τάλαντον εἰληφὼς εἶπεν·
Κε, ἔγνων [.] ὅτι σκληρὸς εἶ ἄνθρωπος,
θερίζων ὅπου οὐκ ἔσπειρας
καὶ συνάγων ὅπου οὐ διεσκόρπισας,
25 καὶ φοβηθεὶς ἀπλθον
καῖ ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ·
εἰδοὺ ἔχεις τὸ σόν. 
26 Ἀποκριθεὶς δὲ ὁ Κς αὐτοῦ εἶπεν αὐτῷ·
πονηρὲ δοῦλε καὶ ὀκνηρέ,
ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα
καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
27 ἔδει οὖν σε βαλεῖν τ ἀργύριον μου
τοῖς τραπεζείταις, καὶ ἐλθὼν ἐγὼ

ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28 ἄραται οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον
καὶ δότε τῷ ἔχοντι τὰ πέντε τάλαντα· 
29 Τῷ γὰρ ἔχοντι [.] δοθήσεται καὶ περισσευσεται,
τοῦ δὲ μὴ ἔχοντος
καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
30 καὶ τὸν ἀχρεῖον δοῦλον [.]_βάλεται ἔξω
εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς
καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ,
τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
32 καὶ συναχθήσονται
νπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη,
καὶ ἀφοριεῖ αὐτοὺς ἀπ ἀλλήλων,
ὥσπερ ὁ ποιμὴν ἀφορείζει τὰ πρόβατα
ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ [.] πρόβατα
ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφεια ἐξ εὐωνύμων. 
34 Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ·
δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,
κληρονομήσατε
τὴν ἡτοιμασμένην ὑμεῖν βασιλείαν
ἀπὸ καταβολῆς κόσμου.
35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν,
ἐδίψησα καὶ ἐποτείσαται με,
ξένος ἤμην καὶ συνηγάγεται με,
36 γυμνὸς καὶ περιεβάλεται με,
ἠσθένησα καὶ ἐπεσκέψασθαι με,
ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες·
Κε, πότε σε εἴδομεν πεινῶντα
καὶ ἐθρέψαμεν, ἢ δειψῶντα καὶ ἐποτίσαμεν;
38 πότε δέ εἴδομεν σε ξένον

καὶ συνηγάγομεν, καὶ γυμνὸν καὶ περιεβάλομεν;
39 πότε [.] σε εἴδομεν ἀσθενοῦντα
ἢ ἐν φυλακῇ καὶ ἤλθαμεν πρός σε;
40 καὶ ἀποκρειθεὶς ἐρεῖ αὐτοῖς ὁ βασιλεὺς·
ἀμὴν λέγω ὑμεῖν, ἐφ’ ὅσον ἐποιήσαται
ἑνὶ τούτων τῶν ἀδελφῶν μου
τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσαται. 
41 Τότε ἐρ καὶ τοῖς ἐξ εὐωνύμων·
πορεύεσθαι ἀπ’ ἐμοῦ οἱ κατηραμένοι
εἰς τὸ πῦρ τὸ αἰώνιον
ἡτοιμάσεν ὁ Πάτηρ μου
τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν,
ἐδείψησα καὶ οὐκ ἐποτείσατέ με,
43 ξένος ἤμην καὶ οὐ συνηγάγεται με,
γυμνὸς καὶ οὐ περιεβάλεται με,
ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεικέψασθαι με.
44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κε,
πότε σε εἴδομεν πεινῶντα
ἢ δειψῶντα ἢ ξένον ἢ γυμνὸν
ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ
καὶ οὐ διηκονήσαμέν σοι;
45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων·
ἀμὴν λέγω ὑμεῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε
ἑνὶ τούτων τῶν ἐλαχίστων,
οὐδὲ ἐμοὶ ἐποιήσατε.
46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον,
οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.