Codex Bezae Cantabrigiensis, Matthew, chapter XXIV KATA ΜΑΘΘΑΙΟΝ XXIV Codex Bezae Cantabrigiensis




1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο,
καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ
ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
2 ὁ δὲ ἀποκρειθεὶς εἶπεν αὐτοῖς·
[.] βλέπετε πάντα ταῦτα ; ἀμὴν λέγω ὑμεῖν,
ὅτι οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον
ὃς οὐ καταλυθήσεται.
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους
τῶν ἐλεῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ
κατ’ἰδίαν λέγοντες·
εἰπὲ ἡμεῖν, πότε ταῦτα ἔσται
καὶ τί τὸ σημεῖον τῆς παρουσίας σου 
καὶ τῆς συντελείας τοῦ αἰῶνος;
4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·
βλέπεται μή τις ὑμᾶς πλανήσῃ·
5 πολλοὶ γὰρ ἐλεύσονται
ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ Χρς,
καὶ πολλοὺς πλανήσουσιν.
6 μέλλεται δὲ ἀκούειν πολέμους
καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθαι·
δεῖ γὰρ γενέσθαι, ἀλλ’οὔπω ἐστὶν τὸ τέλος.
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος
καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λειμοὶ
καὶ σεισμοὶ κατὰ τόπους·
8 πάντα δὲ ταῦτα ἀρχὴ δύνων.
9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλεῖψειν
καὶ ἀποκτεινοῦσιν ὑμᾶς, καὶ ἔσεσθαι μεισούμενοι

ὑπὸ πάντων [.] ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ
καὶ ἀλλήλους παραδώσουσιν
καὶ μεισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ
ψευδοπροφῆται ἐξεγερθήσονται
καὶ πλανήσουσιν πολλούς·
12 καὶ διὰ τὸ πληθύναι τὴν ἀνομείαν
ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 ὁ δὲ ὑπομείνας εἰς τέλος
οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται
τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας
ἐν ὅλῃ τῇ οἰκουμένῃ
εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν,
καὶ τότε ἥξει τὸ τέλος.
15 Ὅταν οὖν εἴδητε
τὸ βδέλυγμα τῆς ἐρημώσεως
τὸ ῥηθὲν διὰ Δανιὴλου τοῦ προφήτου
ἑστς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγεινώσκων νοείτω,
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
17 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω
ἆραι τι ἐκ τῆς οἰκείας [.], 18 καὶ ὁ ἐν τῷ ἀγρῷ
μὴ ἐπιστρεψάτω ὀπίσω
ἆραι τὸ εἱμάτειον αὐτοῦ.
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις
καὶ ταῖς θηλαζομέναις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 προσεύχεσθαι δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶ(ν)
χειμῶνος μηδὲ σαββάτου.
21 ἔσται γὰρ τότε θλεῖψις μεγάλη
οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου
ἕως [.] νῦν. οὐδ μὴ γένοιτο.
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι,
οὐκ ἂν ἐσώθη πᾶσα σάρξ·
διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται

αἱ ἡμέραι ἐκεῖναι. 23 Τότε ἐάν τις ὑμεῖν εἴπῃ·
ἰδοὺ ὧδε ὁ Χρς, ἤ ἐκεῖ, μὴ πιστεύσηται·
24 ἐγερθήσονται γὰρ ψευδόχρειστοι
καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα
μεγάλα καὶ τέρατα ὥστε πλανηθήναι,
εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
25 ἰδοὺ προείρηκα ὑμεῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμεῖν·
ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθηται·
ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσηται·
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν
καὶ φαίνει ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσεία
τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ὅπου ἂν ᾖ τὸ πτῶμα,
ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 Εὐθέως δὲ μετὰ τὴν θλεῖψειν
τῶν ἡμερῶν ἐκείνων  ὁ ἥλιος σκοτισθήσεται,
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ,
καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30 καὶ τότε φανήσεται τὸ σημεῖον
τοῦ υἱοῦ τοῦ ἀνθρώπου τοῦ ἐν οὐρανοῖς,
καὶ κόψονται τότε πᾶσαι αἱ φυλαὶ τῆς γῆς
καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενο(ν )
ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
μετὰ δυνάμεως πολλῆς καὶ δόξης ·
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ
μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης,
καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ
ἐκ τῶν τεσσάρων ἀνέμων
ἀπ ἄκρων οὐρανῶν
ἕως ἄκρων αὐτῶν.
ἀρχομένων δὲ τούτων γείνεσθαι
ἀναβλέψατε καὶ ἐπάρατε
τὰς κεφαλὰς ὑμῶν διότι ἐγγείζει

ἡ ἀπολυτρώσεις ὑμῶν.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθεται τὴν παραβολήν·
ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς
καὶ τὰ φύλλα ἐκφύῃ, γεινώσκεται ὅτι
νγὺς ἐστιν τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς,
ὅταν ἴδητε ταῦτα πάντα, γεινώσκετε ὅτι
νγύς ἐστιν ἐπὶ θύραις.
34 ἀμὴν λέγω ὑμεῖν ὅτι οὐ μὴ παρέλθῃ
ἡ γενεὰ αὕτη ἕως ἂν ταῦτα πάντα γένηται. 
35 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,
οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδε(ν),
οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός,
εἰ μὴ ὁ πατὴρ μόνος. 37 Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε,
οὕτως ἔσται καὶ ἡ παρουσεία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις [.]
πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πείνοντες,
καὶ γαμοῦντες καὶ γαμείζοντες,
ἄχρει τἧς ἡμέρας [ἧς] εἰσῆλθεν Νῶε εἰς τὴν κειβωτόν,
39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς
καὶ ἦρεν παντας, οὕτως ἔσται ἡ παρουσεία
τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 
40 Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται
καὶ εἷς ἀφείεται·
41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳνι,
μεία παραλαμβάνεται καὶ μεία ἀφείεται.
δύο ἐπὶ κλείνης μειᾶς, εἷς παραλαμβάνεται
καὶ εἷς ἀφίεται
. 42 Γρηγορεῖτε οὖν,
ὅτι οὐκ οἴδαται ποίᾳ ἡμέρᾳ ὁ Κς ὑμῶν ἔρχεται. 
43 Ἐκεῖνο δὲ γεινώσκεται ὅτι εἰ ᾔδει
ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται,
ἐγρηγόρησεν ἂν καὶ οὐκ [.] ασεν διορυχθῆναι
τὴν οἰκείαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς

γείνεσθαι ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖται ὥρᾳ
ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 Τίς γὰρ ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος
ὃν κατέστησεν ὁ Κς ἐπὶ τῆς θεραπείας αὐτοῦ
[.] δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ Κς αὐτοῦ
εὑρήσει οὕτως ποιοῦντα·
47 ἀμὴν λέγω ὑμεῖν ὅτι ἐπὶ πᾶσιν
τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος
ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζι μου ὁ Κς ἐλθεῖν,
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ,
ἐσθίῃ δὲ καὶ πείνῃ μετὰ τῶν μεθυόντων,
50 ἥξει ὁ Κς τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ
ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γεινώσκει,
51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ θήσει
μετὰ τῶν ὑποκριτῶν · ἐκεῖ ἔσται ὁ κλαυθμὸς
καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.