Codex Bezae Cantabrigiensis, Matthew, chapter XXIII KATA ΜΑΘΘΑΙΟΝ XXIII Codex Bezae Cantabrigiensis




1 Τότε ἐλάλησεν ὁἸης τοῖς ὄχλοις
καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων·
ἐπὶ τῆς καθέδρας Μωϋσέως
ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
3 πάντα οὖν [πάντα οὖν] ὅσα ν εἴπωσιν [.] ποιεῖτε
καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν
μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
4 δεσμεύουσιν γὰρ φορτεία βαρέα
καὶ αδυσβάστακτα καὶ ἐπιτιθέασιν
ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων,
αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν
οὐ θέλουσιν κεινῆσαι αὐτά.
5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν
πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις·

πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν
καὶ μεγαλύνουσιν τὰ κράσπεδα,
6 φιλοῦσιν δὲ τὴν [τὴν] πρωτοκλισείαν
ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας
ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς
ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων
Ῥαββεί ῥαββεί. 8Ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββεί·
εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής,
πάντες δὲ ὑμεῖς ἀδελφοί ἐσται.
9 καὶ πατέρα μὴ καλέσητε ὑμεῖν ἐπὶ τῆς γῆς,
εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶνἐν οὐρανοῖς.
10 μηδὲ κληθῆτε καθηγηταί,
ὅτι καθηγητὴς ὑμῶν εἷς ἐστιν ὁ Χρς.
11 ὁ [.] μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται
καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
13 Οὐαὶ δὲ ὑμεῖν, γραμματεῖς καὶ Φαρισαῖοι
ὑποκριταί, ὅτι κλείεται
τὴν βασιλείαν τῶν οὐρανῶν
ἔμπροσθεν τῶν ἀνθρώπων·
ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθαι οὐδὲ τοὺς εἰσερχομένους
ἀφίεται εἰσελθεῖν. [14]
15 Οὐαὶ ὑμεῖν, γραμματεῖς καὶ Φαρισαῖοι
ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν
καὶ τὴν ξηρὰν ἵνα ποιήσηται
ἕνα προσήλυτον, καὶ ὅταν γένηται
ποιεῖτε αὐτὸν υἱὸν γεέννης
διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμεῖν, ὁδηγοὶ τυφλοὶ [.] λέγοντες·
ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν·
ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ,
ὀφείλει. 17 μωροὶ καὶ τυφλοί,
τίς γὰρ μείζω ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς

ὁ ἁγιάσας τὸν χρυσόν;
18 καί· Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν·
ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ,
ὀφείλει. 19 τυφλοί, τί γὰρ μεῖζω,
τὸ δῶρον ἢ τὸ θυσιαστήριον
τὸ ἁγιάζον τὸ δῶρον;
20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ
καὶ ἐν πᾶσει τοῖς ἐπάνω αὐτοῦ·
21καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ
καὶ ἐν τῷ κατοικήσαντι αὐτόν,
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ
ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θῦ
καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμεῖν, γραμματεῖς καὶ Φαρισαῖο[ι]
ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον
καὶ τὸ ἄνηθον καὶ τὸ κύμεινον
καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου,
τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν·
ταῦτα [.] ἔδει ποιῆσαι
κἀκεῖνα μὴ ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί,
οἱ διϋλίζοντες τὸν κώνωπα,
τν δὲ κάμηλον καταπείνοντες.
25 Οὐαὶ ὑμεῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,
ὅτι καθαρίζεται τὸ ξω τοῦ ποτηρίου
καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν
[.] ἁρπαγῆς καὶ ἀκρασείας.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον
τὸ ἐντὸς τοῦ ποτηρίου,
ἵνα γένηται καὶ τὸ ξωθεν αὐτοῦ καθαρόν.
27 Οὐαὶ ὑμεῖν, γραμματεῖς καὶ Φαρισαῖοι
ὑποκριταί, ὅτι παρομοιάζετε
τάφοις κεκονιαμένοις,
[.] ἔξωθεν ὁ τάφος φαίνετε ὡραῖος,

ἔσωθεν δὲ γέμ[ε]ι ὀστέων νεκρῶν
καὶ πάσης ἀκαθαρσείας. 28 οὕτως καὶ ὑμεῖς
ἔξωθεν μὲν φένεσται τοῖς ἀνθρώποις δίκαιοι,
ἔσωθεν δέ ἐσται μεστοὶ ὑποκρίσεως
καὶ ἀνομείας.
29 Οὐαὶ ὑμεῖν, γραμματεῖς καὶ Φαρισαῖοι
ὑποκριταί, ὅτι οἰκοδομεῖτε
τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε
τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγεται·
εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν,
οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ
ἐν τῷ αἵματι τῶν προφητῶν.
31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε
τῶν φονευσάντων τοὺς προφήτας.
32 καὶ ὑμεῖς επληρώσατε
τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 ὄφεις, γεννήματα ἐχιδνῶν,
πῶς φύγηται ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34 Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλω [..] προφήτας καὶ
σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτεινεῖτε
καὶ σταυρώσεται καὶ [...] διώξεται
ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς
πᾶν αἷμα δίκαιον
χχυννόμενον ἐπὶ τῆς γῆς
ἀπὸ [.] αἵματος Ἅβελ τοῦ δικαίου
ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχείου,
ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ
καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμεῖν,
ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς
προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους
πρὸς σε, ποσάκεις ἠθέλησα
ἐπισυναγαγεῖν τὰ τέκνα σου,

ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσεία αὐτῆς
ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 ἰδοὺ ἀφίετε ὑμεῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 λέγω γὰρ ὑμεῖν, ὅτι οὐ μή με ἴδητε ἀπ’ ἄρτι
ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Θυ.