Évangile de Matthieu, Codex Bezae Cantabrigiensis, chapitre ΧΧΙI KATA ΜΑΘΘΑΙΟΝ XXII Codex Bezae Cantabrigiensis

 


1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν
ἐν παραβολαῖς αὐτοῖς λέγων·
2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους
τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ
καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους,
καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων·
εἴπατε τοῖς κεκλημένοις·
ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα,
οἱ ταῦροί μου καὶ τὰ σειτιστὰ τεθυμένα
καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον,
οἱ μὲν εἰς τὸν εἴδιον ἀγρόν,
οἱ δὲ ἐπὶ τὴν ἐμπορείαν αὐτῶν·
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ
ὕβρεισαν καὶ ἀπέκτειναν.
7 ἐκεῖνος ὁ βασιλεὺς ἀκούσας ὠργίσθη
καὶ πέμψας τ στράτευμα αὐτοῦ
ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους
καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ·
ὁ μὲν γάμος ἕτοιμός ἐστιν,
οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
9 πορεύεσθαι οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν
καὶ ὅσους ν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
10 καὶ ἐξελθόντες οἱ δοῦλοι αὐτοῦ εἰς τὰς ὁδοὺς
συνήγαγον πάντας οὓς εὗραν,
πονηρούς τε καὶ ἀγαθούς·
καὶ ἐπλήσθη ὁ γάμος τῶν ἀνακειμένων. 
11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς

θεάσασθαι τοὺς ἀνακειμένους
εἶδεν ἐκεῖ ἄνθρωπον μὴ ἐνδεδυμένον
ἔνδυμα γάμου, 12 καὶ λέγει αὐτῷ·
ἑταῖρε, πῶς λθες ὧδε
μὴ ἔχων ἔνδυμα γάμου;
ς δὲ ἐφειμώθη.
13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις·
ἄρατε αὐτὸν πόδων καὶ χείρων
καὶ βάλεται αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον·
ἐκεῖ ἔσται ὁ κλαυθμὸς
καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι
συνβούλιον ἔλαβον πῶς αὐτὸν παγιδεύσωσιν
ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν πρὸς αὐτὸν
τοὺς μαθητὰς αὐτῶν
μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε,
οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θῦ
ἐπ᾽ἀληθεία[ς] διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός·
οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων,
17 [...] τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
18 γνοὺς δὲ ὁ Ἰης τὴν πονηρίαν αὐτῶν εἶπεν·
τί με πειράζεται, ὑποκρειταί;
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.
οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
20 [.] λέγει αὐτοῖς ὁ Ἰης· τίνος ἡ εἰκὼν αὕτη
καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν αὐτῷ· Καίσαρος.
τότε λέγει αὐτοῖς· ἀπόδοτε [.] τὰ Καίσαρος τῷ Καίσαρι
καὶ τὰ τοῦ Θῦ τῷ Θῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν,
καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ
Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν,
καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· διδάσκαλε,

Μωϋσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ
μὴ ἔχων τέκνα, ἵνα ἐπιγαμβρεύσει
ὁ ἀδελφὸς αὐτοῦ [...] καὶ ἀναστήσει σπέρμα
τῷ ἀδελφῷ αὐτοῦ.
25 ἦσαν [.] παρ’ ἡμεῖν ἑπτὰ ἀδελφοί·
καὶ ὁ πρῶτος γαμσας ἐτελεύτησεν,
καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ
τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος
καὶ ὁ τρίτος ἕως τῶν ἑπτά.
27 ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή.
28 ἐν τῇ ἀναστάσει οὖν τίνος ἔστε
τῶν ἑπτὰ γυνή; πάντες γὰρ ἔσχον αὐτήν· 
29 Ἀποκρειθεὶς δὲ ὁ Ἰης εἶπεν αὐτοῖς· πλανᾶσθαι
μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θῦ·
30 ἐν γὰρ τῇ ἀναστάσει
οὔτε γαμοῦσιν οὔτε γαμείζονται,
ἀλλ ὡς ἄγγελοι ἐν [.] οὐρανῷ εἰσιν.
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν
οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμεῖν
ὑπὸ τοῦ Θῦ λέγοντος· 32 ἐγώ εἰμι ὁ Θς Ἀβραὰμ
καὶ ὁ Θς Ἰσὰκ καὶ ὁ Θς Ἰακώβ ;
οὐκ ἔστιν Θς νεκρῶν ἀλλὰ ζώντων.
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο
ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρεισαῖοι ἀκούσαντες
ὅτι ἐφείμωσεν τοὺς Σαδδουκαίους
συνήχθησαν ἐπαὐτὸν,
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς
πειράζων αὐτόν· 36 καὶ λέγων διδάσκαλε,
ποία ἐντολὴ ἐν τῷ νόμῳ μεγάλη;
37 [..] ἔφη αὐτῷ Ἰης·ἀγαπήσεις Κν τὸν Θν σου
ἐν ὅλῃ τῇ καρδείᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου
καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·

38 αὕτη ἐστὶν [.] μεγάλη καὶ πρώτη ἐντολή.
39 δευτέρα δὲ ὁμοία ταὐτη· ἀγαπήσεις
τὸν πλησίον σου ὡς σεαυτόν.
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς
ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.
41 Συνηγμένων δὲ τῶν Φαρισαίων
ἐπηρώτησεν αὐτοὺς ὁ Ἰης 42 λέγων·
τί ὑμεῖν δοκεῖ περὶ τοῦ Χρῦ· τίνος υἱός ἐστιν;
λέγουσιν αὐτῷ· τοῦ Δαυείδ.
43 λέγει αὐτοῖς· πῶς οὖν Δαυεὶδ ἐν Πνι
καλεῖ αὐτὸν Κν λέγων·
44 εἶπεν Κς τῷ Κῳ μου·κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποκάτω τῶν ποδῶν σου;
45 εἰ οὖν Δαυεὶδ᾽ ἐν Πνι καλεῖ αὐτὸν Κν,
πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο
ἀποκρειθῆναι αὐτῷ λόγον
οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ὥρας
ἐπερωτῆσε αὐτὸν οὐκέτι.