Codex Bezae Cantabrigiensis, Matthew, chapter XXI KATA ΜΑΘΘΑΙΟΝ XXI Codex Bezae Cantabrigiensis




1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα
καὶ ἦλθον εἰς Βηθφαγ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν,
τότε Ἰης ἀπέστειλεν δύο μαθητὰς 2 λέγων αὐτοῖς·
πορεύεσθαι εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν,
καὶ εὐθέως εὑρήσεται ὄνον δεδεμένην
καὶ πῶλον μεθ’αὐτῆς· λύσαντες ἄγεται μοι.
3 καὶ ν τις ὑμῖν εἴπῃ τι ποιεῖται,
ἐρεῖτε ὅτι ὁ Κς αὐτῶν ἔχει χρείαν ἔχει ·
Καὶ εὐθέως ἀποστελεῖ αὐτούς.
4 τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ
τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
5 εἴπατε τῇ θυγατρὶ Σιών·
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς [.]
ἐπιβεβηκὼς ἐπὶ ὄνον
καὶ [.] πῶλον υἱὸν ὑποζυγίον.
6 πορευθέντες δὲ οἱ μαθηταὶ [.] ποίησαν
καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰης
7 καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον
καὶ ἐπέθηκαν ἐπ’ αὐτὸν τὰ εἱμάτεια,
καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν υτῶν τὰ εἱμάτεια
ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους
ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ.
9 οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν
καὶ οἱ ἀκολουθοῦντες ἔκραζαν λέγοντες·
ὁσ
σαννὰ τῷ υἱῷ Δαυείδ· εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυ· ὁσσαννὰ ἐν τοῖς ὑψίστοις.
10 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα
ἐσείσθη πᾶσα ἡ πόλεις λέγουσα·
τίς ἐστιν οὗτος; 11 οἱ δὲ πολλοὶ εἶπον·
οὗτός ἐστιν ὁ προφήτης Ἰης
[.] ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
12 Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θυ

καὶ ἐξέβαλε(ν) πάντας τοὺς πωλοῦντας
καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ,
καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε(ν)
καὶ τὰς καθέδρας τῶν πωλούντων
τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· γέγραπται·
[.] οἶκός μου
οἶκος προσευχῆς κληθήσεται,
ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε
σπήλαιον λῃστῶν.
14 καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ
ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
15 εἰδόντες δὲ οἱ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν
καὶ τοὺς παῖδας τοὺς κράζοντας
ἐν τῷ ἱερῷ καὶ λέγοντας·
σαννὰ τῷ υἱῷ Δαυείδ,
ἠγανάκτησαν 16 καὶ εἶπαν αὐτῷ·
ἀκούεις τί οὗτοι λέγουσιν;
ὁ δὲ Ἰης λέγει αὐτ· ναί. οὐδέποτε ἀνέγνωτε
[.]ἐκ στόματος νηπείων καὶ θηλαζόντων
καταρτείσω αἶνον ;
17 καὶ καταλειπὼν αὐτοὺς ἐξῆλθεν ἔξω
τῆς πόλεως εἰς Βηθανείαν
καὶ ηὐλίσθη ἐκεῖ.
18 Πρωῒ δὲ παραγὼν εἰς τὴν πόλιν
ἐπείνασεν. 19 καὶ εἰδὼν συκῆν μείαν
ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτὴν
καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ
εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ·
μηκέτι ἐξ οὗ καρπὸς γένηται εἰς τὸν αἰῶνα.
καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες·
πῶς παραχρῆμα ἐξηράνθη [ἡ] συκῆ;

21 ἀποκρ[ιθ]εὶς δὲ ὁ Ἰης εἶπεν αὐτοῖς·
ἀμὴν λέγω ὑμεῖν, ἐὰν ἔχητε πίστιν
καὶ μὴ διακριθῆται,
οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε,
ἀλλὰ καὶ τῷ ὄρει τούτῳ ἐὰν εἴπητε·
ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
22 καὶ πάντα ὅσα [.] αἰτήτετε
ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθαι.
23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν
προσῆλθον αὐτῷ διδάσκοντει
οἱ ἀρχιερεῖς
καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες·
ἐν ποίᾳ ἐξουσείᾳ ταῦτα ποιεῖς;
καὶ τίς σοι ἔδωκεν
τὴν ἐξουσείαν ταύτην;
24 ἀποκρειθεὶς δὲ ὁ Ἰης εἶπεν αὐτοῖς·
ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον [ὃν]
ἐὰν εἴπητέ μοι κἀγὼ ὑμεῖν ἐρῶ
ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
25 τὸ βάπτισμα [.] Ἰωάννου πόθεν ἦν;
ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;
οἱ δὲ διελογίζοντο παρ᾽ἑαυτοῖς λέγοντες·
ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ ἡμεῖν·
διὰ τί [.] οὐκ ἐπιστεύσατε αὐτῷ;
26 ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων,
φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ  ἔχουσιν
τὸν Ἰωάννην ὡς προφήτην.
27 καὶ ἀποκρειθέντες τῷ Ἰηῦ εἶπαν·
οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός·
οὐδὲ ἐγὼ λέγω ὑμεῖν
ἐν ποίᾳ ἐξουσείᾳ ταῦτα ποιῶ.
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο.
καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον,

ὕπαγε σήμερον ἐργάζου ἐις τὸ ἀμπελῶνα.
29 ὁ δὲ ἀποκρειθεὶς εἶπεν· οὐ θέλω,
ὕστερον δὲ μεταμεταμεληθεὶς
ἀπῆλθεν ἐις τὸν ἀμπελῶνα.
30 προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως.
ὁ δὲ ἀποκρειθεὶς εἶπεν· ἐγώ, Κε ὑπάγω,
καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύω
τὸ θέλημα τοῦ πατρός ἐποίησεν;
λέγουσιν· ὁ αἴσχατος.
λέγει αὐτοῖς ὁ Ἰης· ἀμὴν λέγω ὑμεῖν
ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι
προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θῦ.
32 ἦλθεν γὰρ πρὸς ὑμᾶς Ἰωάννης
ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσαται αὐτῷ,
οἱ δὲ τελῶναι καὶ αἱ πόρναι
ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ εἰδόντες [.]
μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33 Ἄλλην παραβολὴν ἀκούσατε.
ἄνθρωπος ἦν οἰκοδεσπότης
ὅστις ἐφύτευσεν ἀμπελῶνα
καὶ φραγμὸν αὐτῷ περιέθηκεν
καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν
καὶ ᾠκοδόμησεν πύργον
καὶ ἐξέδoτο αὐτὸν γεωργοῖς
καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν
ὁ καιρὸς τῶν καρπῶν,
ἀπέστειλεν τοὺς δούλους αὐτοῦ
πρὸς τοὺς γεωργοὺς λαβ[ε]ῖν τοὺς καρποὺς αὐτοῦ.
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ
ὃν μὲν ἔδειραν,
ὃ[ν] δὲ ἀπέκτειναν,
ὃν δὲ ἐλειθοβόλησαν.
36 πάλιν οὖν ἀπέστειλεν ἄλλους δούλους πλ[ε]ίονας

τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
37 ὕστερον δὲ ἀπέστειλεν [.] αὐτοῖς
τὸν υἱὸν αὐτοῦ λέγων·
ἐντραπήσοντε τὸν υἱόν μου.
38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν
εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος·
δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν
τὴν κληρονομίαν αὐτοῦ,
39 καὶ λαβόντες αὐτὸν ἀπέκτειναν
καὶ
ἐξέβαλαν ἔξω τοῦ ἀμπελῶνος.
40 ὅταν οὖν ἔλθῃ ὁ Κς τοῦ ἀμπελῶνος,
τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
41 λέγουσιν αὐτῷ·
κακοὺς κακῶς ἀπολέσει αὐταὺς
καὶ τὸν ἀμπελῶνα
ἐκδώσεται ἄλλοις γεωργοῖς,
οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς
ἐν τοῖς καιροῖς αὐτῶν.
42 Λέγει αὐτοῖς ὁ Ἰης· οὐδέποτε ἀνέγνωτε
ἐν ταῖς γραφαῖς·
λίθον ὃν ἀπεδοκείμασαν
οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη
εἰς κεφαλὴν γωνεας·      
παρὰ Κυ ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ
ἐν ὀφθαλμοῖς μῶν;
43 διὰ τοῦτο λέγω ὑμεῖν ὅτι ἀρθήσεται
ἀφ’ὑμῶν ἡ βασιλεία τοῦ Θῦ
καὶ δοθήσεται ἔθνει
ποιοῦντι τοὺς καρποὺς αὐτῆς. [44]
45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς
καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ
ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι

ἐφοβήθησαν τοὺς ὄχλους,
ἐπ[ε?]ὶ εἰς προφ[ήτ]ην αὐτὸν εἶχον.