Codex Bezae Cantabrigiensis, Matthew, chapter XX KATA ΜΑΘΘΑΙΟΝ XX Codex Bezae Cantabrigiensis




1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν
ἅμα πρωῒ μεισθώσασθαι ἐργάτας
εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 συμφωνήσας δὲ
μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν
ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 καὶ διεξελθὼν περὶ ὥραν τρίτην 
εὗρεν
ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς
4 κακείνοις εἶπεν· ὑπάγεται καὶ ὑμεῖς
εἰς τὸν ἀμπελῶα, καὶ ὃ ν ᾖ δίκαιον
δώσω ὑμεῖν. 5 οἱ δὲ ἀπῆλθον.
πάλιν δὲ ἐξελθὼν περὶ ὥραν ἕκτην
καὶ ἐνδεκάτην  ἐποίησεν ὡσαύτως.
6 περὶ δὲ τὴν ἑνδεκάτην
ἔξελθεν καὶ εὗρεν ἄλλους ἑστῶτας
καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε
ὅλην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ·

ὅτι οὐδεὶς ἡμᾶς ἐμεισθώσατο.
λέγει αὐτοῖς· ὑπάγεται καὶ ὑμεῖς
εἰς τὸν ἀμπελῶνα μου. 
8 Ὀψείας δὲ γενομένης λέγει ὁ Κς
τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ·
κάλεσον τοὺς ἐργάτας
καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν
ἀρξάμενος ἀπὸ τῶν αἰσχάτων
ἕως τῶν πρώτων.
9 [.] ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν
ἔλαβον ἀνὰ δηνάριον.
10 καὶ ἐλθόντες οἱ πρῶτοι
ἐνόμισαν ὅτι πλεῖω λήμψονται·
ἔλαβον δὲ καὶ αὐτοί ἀνὰ δηνάριον.
11 λαβόντες δὲ ἐγόνγυσαν
κατὰ τοῦ οἰκοδεσπότου 12 λέγοντες·
οὗτοι οἱ αἴσχατοι μίαν ὥραν ἐποίησαν,
καὶ ἴσους αὐτοὺς ἡμεῖν ἐποίησας
τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας
καὶ τὸν καύσωνα.
13 ὁ δὲ ἀποκρειθὶς ἑνὶ αὐτῶν εἶπεν·
ἑταῖρε, οὐκ ἀδικῶ σε·
οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14 ἆρον τὸ σὸν καὶ ὕπαγε.
θέλω δὲ  τῷ αἰσχάτῳ τούτῳ δοῦναι
ὡς καὶ σοί· 15 οὐκ [.]ἐστίν μοι
ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς;
ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν
ὅτι ἐγὼ ἀγαθός εἰμει;
16 οὕτως ἔσονται οἱ αἴσχατοι πρῶτοι
καὶ οἱ πρῶτοι αἴσχατοι. πόλλοι γὰρ εἰσιν κλήτοι
ὅλιγοι δὲ ἔκλεκτοι
17 Καὶ ἀναβαίνων ὁ Ἰης εἰς Ïεροσόλυμα

παρέλαβεν τοὺς ιβ κατ’ ἰδίαν ἐν τῇ ὁδῷ
καὶ
εἶπεν αὐτοῖς· 18 ἰδοὺ ἀναβένομεν
εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου
παραδοθήσεται τοῖς ἀρχιερεῦσιν
καὶ γραμματεῦσιν, καὶ κατακρεινοῦσιν αὐτὸν
θανάτῳ 19 καὶ παραδώσουσιν αὐτὸν
τοῖς ἔθνεσιν εἰς τὸ ἐνπαῖξαι
καὶ μαστειγῶσαι καὶ σταυρῶσαι,
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
20 Τότε προσῆλθεν αὐτῷ
ἡ μήτηρ τῶν υἱῶν Ζεβεδέου
μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα
καὶ αἰτοῦσά τι ἀπ’ αὐτοῦ.
21 ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ·
εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου
εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων [.]
ἐν τῇ βασιλείᾳ σου.
22 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν·
οὐκ οἴδατε τί αἰτεῖτε. δύνασθαι τὸ ποτήριον
πειεῖν ὃ ἐγὼ μέλλω πείνειν;
λέγουσιν [.]· δυνάμεθα.
23 λέγει αὐτοῖς ὁ Ἰης· τὸ μὲν ποτήριόν μου πίεσθε
τὸ δὲ καθείσαι ἐκ δεξιῶν μου
καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι,
ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν
περὶ τῶν δύο ἀδελφῶν.
25 ὁ δὲ Ἰης προσκαλεσάμενος αὐτοὺς
εἶπεν αύτοῖς· οἴδατε ὅτι οἱ ἄρχοντες
τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν
καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 οὐχ οὕτως ἔστιν ἐν ὑμεῖν, ἀλλ’ ὃς ν θέλῃ
ἐν ὑμεῖν μέγας γενέσθε

ἔστε ὑμῶν διάκονος,
27 καὶ ὃς ἂν θέλῃ ἐν ὑμεῖν εἶναι πρῶτος
ἔστε ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου
οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι
καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ
λύτρον ἀντὶ πολλῶν.
ὑμεῖς δὲ ζητεῖτε  ἐκ μεικροῦ αὐξήσαι
καὶ ἐκ μείζονος ἔλαττον εἶναι
εἰσερχόμενοι δὲ καὶ παρακληθέντες
δειπνῆσαι μη ἀνακλείνεσθαι
εἰς τοὺς ἐξέχοντας τόπους
μήποτε ἐνδόξοτερός σου ἐπέλθῃ
καὶ προσελθὼν ὁ δειπνοκλήτωρ εἵπῃ σοι ;
ἔτι κάτω χώρει καὶ καταισχυνθήσῃ
ἐὰν δὲ ἀναπέσης εἰς τὸν ἥττονα τόπον
καὶ ἐπέλθῃ σου ἥττων
ἐρεῖ σοι ὁ δειπνοκλήτωρ· συνάγε ἔτι ἄνω
καὶ ἔσται σοι τοῦτο χρήσιμον
.
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ïεριχὼ
ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι
παρὰ τὴν ὁδὸν ἤκουσαν ὅτι Ἰης παράγει,
καὶ ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς,
υἱ Δαυείδ. 31 ὁ δὲ ὄχλος ἐπετείμησεν αὐτοῖς
ἵνα σειωπήσωσιν·
οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες·
Κε ἐλέησον ἡμᾶς, , υἱ Δαυείδ.
32 καὶ στὰς ὁ Ἰης ἐφώνησεν αὐτοὺς καὶ εἶπεν·
τί θέλεται ποιήσω ὑμεῖν; 33 λέγουσιν αὐτῷ· Κε,
ἵνα ἀνυγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
34 σπλαγχνισθε[ὶς] [.] ὁ Ἰης
ἥψατο τῶν ὀμμάτων αὐτῶν,
καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.