
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος
ἐν Βηθλέεμ τῆς Ἰουδαίας
ἐν ἡμέραις Ἡρῴδους τοῦ βασιλέως,
ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο
εἰς Ἱεροσόλυμα 2 λέγοντες·
ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;
εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ
καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
3 ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη
καὶ [.] Ἱεροσόλυμα μετ’αὐτοῦ,
4 καὶ συναγαγὼν πάντας
τοὺς ἀρχιερεῖς
καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο
ποῦ ὁ Χρς γεννᾶται 5 οἱ δὲ εἶπον αὐτῷ·
ἐν Βηθλέεμ τῆς Ἰουδαίας·
οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·
6 καὶ σὺ Βηθλέεμ τῆς Ἰουδαίας, μὴ ἐλαχίστη εἶ
ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
ἐξ οὗ γὰρ ἐξελεύσεται ἡγούμενος,
ὅστις ποιμενεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους
ἠκρείβασεν παρ’αὐτῶν τὸν χρόνον
τοῦ φαινομένου ἀστέρος,
8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν αὐτοῖς·
πορευθέντες ἐξετάσατε ἀκριβῶς
περὶ τοῦ παιδίου· ὅταν δὲ εὕρητε,
ἐπαγγείλατέ μοι,
ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
9 Οἱ δὲ ἀκοῦσαν τοῦ βασιλέως· ἐπορεύθησαν
καὶ ἰδοὺ ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ,
προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη
ἐπάνω [..] τοῦ παιδίου.
10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν
χαρὰν μεγάλην σφόδρα.
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν
εἶδον τὸν παῖδα
μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ,
καὶ πεσόντες προσεκύνησαν αὐτῷ
καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν
προσήνεγκαν αὐτῷ δῶρα,
χρυσὸν καὶ λίβανον καὶ ζμύρναν.
12 Καὶ χρηματισθέντες κατ’ ὄναρ
μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην,
δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν
εἰς τὴν χώραν αὐτῶν.
13 αὐτῶν δὲ ἀναχωρησάντων ἰδοὺ ἄγγελος Κυ
φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων·
ἐγερθεὶς παράλαβε τὸν παῖδα
καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον
καὶ ἴσθι ἐκεῖ ἕως ἂν σοι εἴπω ·
μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸν παῖδα
τοῦ ἀπολέσαι αὐτὸν.
14 ὁ δὲ διεγερθεὶς παρέλαβεν τὸν παῖδα
καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς
καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ
ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ
τὸ ῥηθὲν ὑπὸ Κυ διὰ τοῦ προφήτου
λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
16 Τότε Ἡρῴδης ἰδὼν
ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων
ἐθυμώθη λίαν, καὶ ἀποστείλας
ἀνεῖλεν πάντας τοὺς παῖδας
τοὺς ἐν Βηθλέεμ
καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς
ἀπὸ διετεῖας καὶ κάτω κατὰ τὸν χρόνον
ὃν ἠκρείβασεν παρὰ τῶν μάγων.
17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπό Κυ
διὰ Ἠρεμίου τοῦ προφήτου λέγοντος·
18 φωνὴ ἐν Ῥαμὰ ἠκούσθη,
θρῆνος καὶ κλαυθμὸς
καὶ ὀδυρμὸς πολύς·Ῥαχὴλ
κλαίουσα τὰ τέκνα αὐτῆς,
καὶ οὐκ ἠθέλησεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυ
φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ
ἐν Αἰγύπτῳ 20 λέγων· ἐγερθεὶς παράλαβε
τὸν παῖδα καὶ τὴν μητέρα αὐτοῦ
καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασιν γὰρ
οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
21 ὁ δὲ διεγερθεὶς παρέλαβεν τὸν παῖδα
καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς τὴν Ἰσραήλ.
22 Ἀκούσας δὲ ὅτι Ἀρχιλαος βασιλεύει
ἐπὶ τῆς Ἰουδαίας
ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ
ἐφ[οβ]ήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ
ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
23 καὶ ἐλθὼν κατῴκησεν
εἰς πόλιν λεγομένην Ναζαρέτ·
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν
ὅτι Ναζωραῖος κληθήσεται.