Codex Bezae Cantabrigiensis, Matthew, chapter XIX KATA ΜΑΘΘΑΙΟΝ XIX Codex Bezae Cantabrigiensis




1 Καὶ ἐγένετο ὅτε ἐλάλησεν ὁ Ἰης
τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς
Γαλειλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας
πέραν τοῦ Ἰορδάνου.
2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί,
καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3 Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι
πειράζοντες αὐτὸν καὶ λέγουσιν αὐτῷ·
εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι
τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτείαν;
4 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε
ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς
ἄρσεν καὶ θῆλυν ἐποίησεν αὐτούς;
5 καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος
τὸν πατέρα καὶ τὴν μητέρα καὶ [.]κολληθήσεται [.]
τῇ γυναικεὶ αὐτοῦ,
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μείαν

6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μειὰ σὰρξ.
ὃ οὖν ὁ Θς συνέζευξεν εἰς ἓν
ἄνθρωπος μὴ ἀποχωριζέτω. 
7 Λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο
δοῦναι βιβλίον ἀποστασείου καὶ ἀπολῦσαι;
8 Καὶ λέγει αὐτοῖς
ὅτι πρὸς τὴν σκληροκαρδίαν ὑμῶν
ἐπέτρεψεν ὑμεῖν Μωϋσῆς
ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν,
ἀπ’ ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτως.
9 λέγω δὲ ὑμεῖν [.] ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα
αὐτοῦ παρεκτὸς λόγου πορνείᾳς
[...] καὶ γαμήσῃ ἄλλην μοιχᾶται.
10 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
εἰ οὕτως ἐστὶν ἡ αἰτεία τοῦ ἀνδρὸς
μετὰ τῆς γυναικός, οὐ συνφέρει γαμῆσαι.
11 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσιν
τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται.
12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλείας μητρὸς
ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι
οἵτινες ηὐνουχίσθησαν
ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι
οἵτινες εὐνούχισαν ἑαυτοὺς
διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
ὁ δυνάμενος χωρεῖν χωρείτω.
13 Τότε προσηνέχθησαν αὐτῷ παιδία
ἵνα ἐπιθῇ τὰς χεῖρας αὐτοῖς καὶ προσεύξητε·
οἱ δὲ μαθηταὶ ἐπετείμησαν αὐτοῖς.
14 ὁ δὲ Ἰης εἶπεν αὐτοῖς· ἄφεται τὰ παιδία
καὶ μὴ κωλύσητε αὐτὰ ἐλθεῖν πρός με,
τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν λέγει αὐτῷ διδάσκαλε,

τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
17 ὁ δὲ εἶπεν αὐτῷ· τί με ἐρωτᾷς περὶ [.] ἀγαθοῦ;
εἷς ἐστιν [.] ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν [.]ελθεῖν,
τήρει τὰς ἐντολάς. 18 Λέγει αὐτῷ· ποίας;
ὁ δὲ Ἰης εἶπεν [.] οὐ φονεύσεις,
οὐ μοιχεύσεις, οὐ κλέψεις,
οὐ ψευδομαρτυρήσεις,
19 τείμα τὸν πατέρα καὶ τὴν μητέρα,
καὶ ἀγαπήσεις τὸν πλησείον σου ὡς σεαυτόν.
20 λέγει αὐτῷ ὁ νεανίσκος· ταῦτα πάντα ἐφύλαξα
ἐκ νεότητος· τί ἔτι ὑστερῶ;
21 ἔφη αὐτῷ ὁ Ἰης· εἰ θέλεις τέλειος εἶναι,
ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα
καὶ δὸς τοῖς πτωχοῖς,
καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς,
καὶ δεῦρο ἀκολούθει μοι.
22 ἀκούσας [.] ὁ νεανίσκος τὸν λόγον
ἀπῆλθεν λυπούμενος·
ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ Ἰης εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
ἀμὴν λέγω ὑμεῖν ὅτι πλούσιος
δυσκόλως εἰσελεύσεται
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
24 πάλιν δὲ λέγω ὑμεῖν, εὐκοπώτερόν ἐστιν
κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν
ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θῦ.
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο
καὶ ἐφοβήθησαν σφόδρα λέγοντες·
τίς ἄρα δύναται σωθῆναι;
26 ἐμβλέψας δὲ ὁ Ἰης εἶπεν αὐτοῖς·
παρὰ ἀνθρώποις τοῦτο [ἀ]δύνατόν ἐστιν,
παρὰ δὲ Θῷ πάντα δυνατά ἐστιν.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ·

ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα
καὶ ἠκολουθήκαμέν σοι· τί ἄρα ἔστε ἡμεῖν;
28 ὁ δὲ Ἰης εἶπεν αὐτ· ἀμὴν λέγω ὑμεῖν
ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι
ἐν τῇ παλινγενεσείᾳ,
ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ αὐτοὶ
ἐπὶ δεκαδύο θρόνους
κρείνοντες [.] ιβ φυλὰς τοῦ Ἰσραήλ.
29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκείας
ἢ ἀδελφοὺς ἢ ἀδελφὰς [..] ἢ μητέρα
ἢ τέκνα ἢ ἀγροὺς ἕνεκα τοῦ ὀνόματός μου,
ἑκατονταπλασίον[α] λήμψεται
καὶ ζωὴν αἰώνιον κληρονομήσει.
30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἄισχατοι
καὶ ἄισχατοι πρῶτοι.