Codex Bezae Cantabrigiensis, Matthew, chapter XVIII KATA ΜΑΘΘΑΙΟΝ XVIII Codex Bezae Cantabrigiensis




1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰηῦ
λέγοντες· τίς ἄρα μείζω(ν) ἐστὶν
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
2 καὶ προσκαλεσάμενος ὁ Ἰης παιδίον ἑν
ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3 καὶ εἶπεν·

ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆται
καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν
ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5 καὶ ὃς ν δέξηται ἓν παιδίον τοιοῦτον
ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6 Ὃς δ’ἂν σκανδαλείσῃ ἕνα τῶν μεικρῶν τούτων
τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ
ἵνα κρεμασθῇ μύλος ὀνικὸς
ἐπὶ τὸν τράχηλον αὐτοῦ
καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 
7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων·
ἀνάγκη γὰρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα,
πλὴν δὲ οὐαὶ τῷ ἀνθρώπῳ
δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. 
8 Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου
σκανδαλίζει σε, ἔκκοψον αὐτὸν
καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν
εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλὸν
ἢ δύο πόδας ἢ δύο χεῖρας ἔχοντα
βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
9 τὸ αὐτὸ εἰ καὶ ὁ ὀφθαλμός σου σκανδαλίζει σε,
ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν
μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν
ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι
εἰς τὴν γέενναν τοῦ πυρός.
10 Ὁρᾶτε μὴ καταφρονήσηται
ἑνὸς τούτων τῶν μεικρῶν
τῶν πιστευόντων εἰς ἐμε·
λέγω γὰρ ὑμεῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς
διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ Πρς μου

τοῦ ἐν οὐρανοῖς.
ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου
σῶσαι τὸ ἀπολωλός
12 Τί δὲ ὑμεῖν δοκεῖ;
ἐὰν γένηταί τινι ἀνθρώπῳ
ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν,
οὐχὶ ἀφίησιν τὰ ἐνενήκοντα ἐννέα
ἐπὶ τὰ ὄρη καὶ πορευόμενος
ζητεῖ τὸ πλανώμενον;
13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό,
ἀμὴν λέγω ὑμεῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον
ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14 οὕτως οὐκ ἔστιν θέλημα
ἔμπροσθεν τοῦ πατρὸς μῶν
τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται ἓν
τῶν μεικρῶν τούτων.
15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου,
ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ
καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ,
ἐκέρδησες τὸν ἀδελφόν σου·
16 ἐὰν δὲ μὴ ἀκούσῃ,
παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο,
ἵνα ἐπὶ στόματος δύο [.] ἢ τρειῶν
σταθῇ πᾶν ῥῆμα·
17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ·
ἐὰν δὲ καὶ τῆς ἐκκλησείας παρακούσῃ,
ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὡς ὁ τελώνης. 
18 Ἀμὴν λέγω ὑμεῖν· ὅσα ν δήσητε
ἐπὶ τῆς γῆς ἔστε λελυμένα ἐν τοῖς οὐρανοῖς,
19 Πάλιν λέγω ὑμεῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν
ἐξ ὑμῶν ἐπὶ τῆς γῆς
περὶ παντὸς τοῦ πράγματος οὗ ν αἰτήσωνται,
γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου
τοῦ ἐν οὐρανοῖς.

20 οὗκ εἰσιν γάρ δύο ἢ τρεῖς συνηγμένοι
εἰς τὸ ἐμὸν ὄνομα,
πὰρ οἱς οὗκ εἰμει ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν [.] Πέτρος εἶπεν αὐτῷ·
Κε, ποσάκεις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου
καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
22 λέγει αὐτῷ ὁ Ἰης· οὐ λέγω σοι ἕως ἑπτάκις
ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτάκις.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λόγον
μετὰ τῶν δούλων αὐτοῦ.
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν
προση[νέ]χθη αὐτῷ εἷς ὀφειλέτης
μυρίων ταλάντων.
25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι
ἐκέλευσεν αὐτὸν ὁ Kς πραθῆναι
καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα
καὶ πάντα ὅσα ἔχει, καὶ ἀπο[δο]θῆναι.
26 πεσὼν οὖν ὁ δοῦλος ἐκείνος
προσεκύνει αὐτῷ λέγων· μακροθύμησον ἐπ’ ἐμε,
καὶ πάντα ἀποδώσω σοι. 
27 Σπλαγχνισθεὶς δὲ ὁ Κς τοῦ δούλου ἐκείνου
ἀπέλυσεν αὐτὸν
καὶ τὸ δάν[ε]ιον ἀφῆκεν αὐτῷ.
28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος
εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ,
ὃς ὤφειλεν αὐτῷ δηνάρια ἑκατὸν,
καὶ κρατήσας αὐτὸν ἔπνειγεν λέγων·
ἀπόδος εἴ τι ὀφείλεις.
29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν
λέγων· μακροθύμησον ἐπ’ ἐμε,
καγὼ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελησεν
ἀλλ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν

ἕως οὐ ἀποδῷ τὸ ὀφειλόμενον.
31 ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ
τὰ γεινόμενα ἐλυπήθησαν σφόδρα
καὶ ἐλθόντες διεσάφησαν τῷ Κῳ []αὐτῶν
πάντα τὰ γενόμενα. 
32 Τότε προσκαλεσάμενος αὐτὸν ὁ Κς αὐτοῦ λέγει [.]·
δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην
ἀφῆκά σοι, ἐπ[ε]ὶ παρεκάλεσάς με·
33 οὐκ ἔδ[ε]ι οὕν καὶ σὲ ἐλεῆσε
τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα;
34 καὶ ὀργισθεὶς ὁ Κς αὐτοῦ παρέδωκεν αὐτὸν
τοῖς βασανισταῖς
ἕως οὗ ἀποδῷ [.] τὸ ὀφειλόμενον.
35 οὕτως καὶ ὑμεῖν ποιήσει ὁ πατήρ μου ὁ οὐράνιος,
ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ
ἀπὸ τῶν καρδιῶν ὑμῶν.