Codex Bezae Cantabrigiensis, Matthew, chapter XVII KATA ΜΑΘΘΑΙΟΝ XVIΙ Codex Bezae Cantabrigiensis




1 Καὶ ἐγένετο μεθ’ ἡμέρας ἓξ
παραλαμβάνει ὁ Ἰης τὸν Πέτρον
καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην
τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀνάγει αὐτοὺς
εἰς ὄρος ὑψηλὸν λείαν.
2 καὶ μεταμορφώθεις ὁ Ἰης νπροσθεν αὐτῶν,
[.] ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος,
τὰ δὲ εἱματέια αὐτοῦ
ἐγένετο λευκὰ ὡς χειών.
3 καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωϋσῆς
καὶ Ἠλείαςμετ’ αὐτοῦ συνλαλοῦντες.
4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰηῦ· Κε,
καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι·
εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς,
σοὶ μείαν καὶ Μωϋσεῖ μείαν καὶ Ἠλείᾳ μείαν.
5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ
ἐπεσκίαζεν αὐτούς,
καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα·
οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός,
ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ.
6 [.] ἀκούσαντες δὲ οἱ μαθηταὶ
ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν
καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσῆλθεν ὁ Ἰης
καὶ ἤψατο αὐτῶν καὶ εἶπεν·
Ἐγείρεσθαι καὶ μὴ φοβεῖσθαι.
8 ἐπέρεντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν
οὐδένα εἶδον εἰ μὴ μόνον   [.]τὸν  Ἰην.
9 Καὶ καταβαίνοντες [.] ἐκ τοῦ ὄρ[ου]ς
ἐνετείλατο αὐτοῖς ὁ Ἰης λέγων·
μηδενεὶ εἴπητε τὸ ὅραμα

ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐκ νεκρῶν ἐγερθῇ. 
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες·
τί οὖν οἱ γραμματεῖς λέγουσιν
ὅτι Ἠλείαν δεῖ ἐλθεῖν πρῶτον;
11 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἠλείας μὲν ἔρχεται
[.] ἀποκαταστήσαι πάντα·
12 λέγω δὲ ὑμεῖν ὅτι Ἠλείας ἤδη ἦλθεν,
καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν [.] αὐτῷ
ὅσα ἠθέλησαν. {...cf fin v.13}
13 τότε συνῆκαν οἱ μαθηταὶ
ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς·{οὕτως
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχ[ε]ιν ὑπ’ αὐτῶν.}
14 Καὶ ἐλθὼν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ
ἄνθρωπος γονυπετῶν
ἔνπροσθεν αὐτοῦ 15 καὶ λέγων·
Κε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται
καὶ κακῶς πάσχει· πολλάκις γὰρ
πίπτει εἰς τὸ πῦρ καὶ ἐνίοτε εἰς τὸ ὕδωρ.
16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου,
καὶ οὐκ ἠδυνήθησαν θεραπεῦσαι αὐτὸν.
17 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν· ὦ γενεὰ ἄπιστος
καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν ἔσομαι;
ἕως πότε ἀνέξομαι ὑμῶν;
φέρετέ μοι αὐτὸν ὧδε.18 καὶ ἐπετείμησεν αὐτῷ ὁ Ἰης
καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον
καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19 Τότε προσελθόντες οἱ μαθηταὶ
τῷ Ἰηῦ κατ’ ἰδίαν εἶπον· διὰ τί ἡμεῖς
οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20 ὁ δὲ λέγει αὐτοῖς·
διὰ τὴν πιστέιαν ὑμῶν·
ἀμὴν γὰρ λέγω ὑμεῖν, ἐὰν ἔχητε πίστιν

ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ·
μεταβήθει ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται·
καὶ οὐδὲν ἀδυνατήσει ὑμεῖν.
21 Tοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται
εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
22 αὐτῶν δὲ ἀναστρεφομένων ἐν τῇ Γαλειλαίᾳ
εἶπεν αὐτοῖς ὁ Ἰης· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου
παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
23 καὶ ἀποκτεινοῦσιν αὐτόν,
καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθήσεται.
καὶ ἐλυπήθησαν σφόδρα.
24 Καὶ ἐλθόντων αὐτῶν εἰς Καφαρναοὺμ
προσῆλθον οἱ τὰ διδράγματα λαμβάνοντες
καὶ εἶπαν τῷ Πέτρῳ· ὁ διδάσκαλος ὑμῶν
οὐ τελεῖ [.] δείδραχμα; 25 λέγει· ναί.
καὶ εἰσελθόντι εἰς τὴν οἰκείαν
προέφθασεν αὐτὸν ὁ Ἰης λέγων·
τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς
ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον;
ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
26 λέγει αὐτῷ· ἀπὸ τῶν ἀλλοτρίων,
ἔφη αὐτῷ ὁ Ἰης· ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27 ἵνα δὲ μὴ σκανδαλείσωμεν αὐτούς,
πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄνκιστρον
καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον,
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ
εὑρήσεις ἐκεῖ στατῆρα· ἐκεῖνον λαβὼν
δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.