
1 Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι
πειράζοντες αὐτὸν ἐπηρώτησαν
σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.
2 ὁ δὲ ἀποκριθεὶς εἶπεν [.]· ὀψείας γενομένης
λέγεται· εὐδεία, πυρράζει γὰρ ὁ οὐρανός·
3 καὶ πρωεΐ· σήμερον χειμών,
πυρράζει γὰρ στυγνάζων ὁ ἀήρ.
[.] τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ
γεινώσκεται διακρείνειν,
τὰ δὲ σημ[ε]ῖα τῶν καιρῶν οὐ δύνασθαι;
4 γενεὰ πονηρὰ [..] ζητεῖ σημ[ε]ῖον,
καὶ σημ[ε]ῖον οὐ δοθήσεται αὐτῇ
εἰ μὴ τὸ σημ[ε]ῖον Ἰωνᾶ.
καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
5 Καὶ ἐλθόντες εἰς τὸ πέραν ἐπελάθοντο οἱ μαθηταὶ
ἄρτους λαβεῖν.
6 ὁ δὲ Ἰης εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ προσέχετε
ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων
καὶ Σαδδουκαίων.
7 τότε διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες
ὅτι ἄρτους οὐκ ἐλάβομεν.
8 γνοὺς δὲ ὁ Ἰης εἶπεν· τί διαλογίζεσθαι ἐν ἑαυτοῖς,
ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχεται;
9 οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε
ὅτε τοὺς πέντε ἄρτους τοῖς πεντακισχιλείοις
καὶ πόσους κοφίνους ἐλάβεται;
10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τοῖς τετρακεισχιλείοις
καὶ πόσας σπυρίδας ἐλάβετε;
11 πῶς οὐ νοεῖτε ὅτι
οὐ περὶ ἄρτου εἶπον [.]· προσέχετε [.]
ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων
καὶ Σαδδουκαίων.
12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν
προσέχειν ἀπὸ τῆς ζύμης [..] ἀλλὰ ἀπὸ τῆς διδαχῆς
τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13 Ἐλθὼν δὲ ὁ Ἰης εἰς τὰ μέρη Καισαρ[ε]ίας
τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς [.] λέγων·
τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι
[.] υἱὸν τοῦ ἀνθρώπου;
14 οἱ δὲ εἶπoν· [..]Ἰωάννην τὸν βαπτιστήν,
ἄλλοι δὲ Ἠλείαν, ἕτεροι δὲ Ἰηρεμείαν
ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς·
ὑμεῖς δὲ τίνα με λέγεται εἶναι ;
16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν αὐτῷ ·
σὺ εἶ ὁ Χρς ὁ υἱὸς τοῦ Θῦ το[ῦ] σώζοντος.
17 Ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν [.]·
μακάριος εἶ, Σίμων Βαριωνᾶ,
ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι
ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος,
καὶ ἐπὶ ταυτὴν τὴν πέτραν οἰκοδομήσω
τὴν ἐκκλησίαν μου καὶ πύλαι ᾅδου
οὐ κατισχύσουσιν αὐτῆς.
19 σοι δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν,
καὶ ὃ ἀν δήσῃς ἐπὶ τῆς γῆς
ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς,
καὶ ὃ ἂν λύσῃς ἐπὶ τῆς γῆς
ἔστε λελυμένον ἐν τοῖς οὐρανοῖς.
20 Τότε ἐπετείμησεν τοῖς μαθηταῖς
ἵνα μηδενὶ εἴπωσιν ὅτι oὖτός ἐστιν ὁ Χρς Ἰης.
21 Ἀπὸ τότε ἤρξατο [.] Ἰης δ[ε]ικνύειν τοῖς μαθηταῖς αὐτοῦ
ὅτι δ[ε]ῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν
καὶ πολλὰ παθεῖν ὑπὸ τῶν πρεσβυτέρων
καὶ ἀρχιερέων καὶ γραμματαίων
καὶ ἀποκτανθῆναι
καὶ μετὰ τρεῖς ἠμέρας ἀναστῆναι.
22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος
ἤρξατο αὐτῷ ἐπειτειμᾶν καὶ λέγειν·
εἵλεώς σοι, Κε· οὐ μὴ ἔστε τοῦτο σοι.
23 ὁ δὲ ἐπιστραφεὶς εἶπεν τῷ Πέτρῳ·
ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλον εἶ ἐμοῖ,
ὅτι οὐ φρονεῖς τὰ τοῦ Θῦ ἀλλὰ τὰ τοῦ ἀνθρώπου.
24 Τότε ὁ Ἰης εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
εἴ τεις θέλει ὀπίσω μου ἐλθεῖν,
ἀπαρνησάσθω ἑαυτὸν
καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ
καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ ἂν θέλῃ
τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν·
ὃς δ’ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ
ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
26 τί γὰρ ὠφελειται ἄνθρωπος
ἐὰν τὸν κόσμον ὅλον κέρδῃ
τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
ἢ τί δώσει ἄνθρωπος
ἀντάλλατμα τῆς ψυχῆς αὐτοῦ;
27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ
μετὰ τῶν ἀγιῶν ἀγγέλων αὐτοῦ,
καὶ τότε ἀποδώσει ἑκάστῳ
κατὰ τὴν πρᾶξιν αὐτοῦ.
28 Ἀμὴν λέγω ὑμεῖν [.]
εἰσίν τινες τῶν ὧδε ἑστώτων
οἵτινες οὐ μὴ γεύσωνται θανάτου
ἕως ἂν εἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου
ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.