
1 Τότε προ[σ]έρχονται πρὸς αὐτόν ἀπὸ Ἱεροσολύμων
φαρισαῖοι καὶ γραμματεῖς λέγοντες·
2 διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν
τὴν παράδοσιν τῶν πρεσβυτέρων ;
οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν
ὅταν ἄρτον ἐσθίωσιν.
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν [.]·
διὰ τί καὶ ὑμεῖς παραβαῖναι τὴν ἐντολὴν τοῦ Θῦ
διὰ τὴν παράδοσιν ὑμῶν; 4 ὁ γὰρ Θς εἶπεν·
τείμα τὸν πατέρα καὶ τὴν μητέρα,
καί ὁ κακολογῶν πατέρα ἢ μητέρα
θανάτῳ τελευτάτω. 5 ὑμεῖς δὲ λέγεται·
ὃς δ ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί·
δῶρον ὃ δ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς,
6 οὐ μὴ τειμήσει τὸν πατέρα αὐτοῦ·
καὶ ἠκυρώσατε τὸν λόγον τοῦ Θῦ
διὰ τὴν παράδοσιν ὑμῶν.
7 ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν
Ἠσαΐας λέγων· 8 ὁ λαὸς οὗτος
τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν
πόρρω ἐστιν ἀπ’ ἐμοῦ· 9 μάτην δὲ σέβονταί με
διδάσκοντες διδασκαλείας
ἐντάλματα ἀνθρώπων.
10 καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς·
ἀκούεται καὶ συνίετε· 11 οὐ πάν τὸ εἰσερχόμενον
εἰς τὸ στόμα κοινών(ε)ι τὸν ἄνθρωπον,
ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος
ἐκεῖνο κοινώνει τὸν ἄνθρωπον.
12 Τότε προσελθόντες οἱ μαθηταὶ
λέγουσιν αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι
ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν ;
13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· πᾶσα φυτεία
ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου
ὁ οὐράνιος ἐκριζωθήσεται.
14 ἄφετε τοὺς τυφλούς· τυφλοί εἰσιν ὁδαγοὶ·
τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδαγῇ,
ἀμφότεροι ἐνπεσοῦνται εἰς βόθρον.
15 Ἀποκρειθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ·
φράσον ἡμεῖν τὴν παραβολὴν ταύτην.
16 ὁ δὲ εἶπεν· ἀκνὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17 οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον
εἰς τὸ στόμα εἰς τὴν κοιλείαν χωρεῖ
καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος
ἐκ τῆς καρδίας ἐξέρχεται,
ἐκεῖνα κοινώνει τὸν ἄνθρωπον.
19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται
διαλογισμοὶ πονηροί, φόνοι,
μοιχῖαι, πορνεῖαι, κλοπαί,
ψευδομαρτυρίαι, βλασφημεία.
20 ταῦτά εἰσιν τὰ κοινωνοῦντα τὸν ἄνθρωπον,
τὸ δὲ ἀνείπτοις χερσὶν φαγεῖν
οὐ κοινώνει τὸν ἄνθρωπον.
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰης ἀνεχώρησεν
εἰς τὰ μέρη Τύρου καὶ Σειδῶνος.
22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκεί[ν]ων
ἐξελθοῦσα ἔκραζεν ὀπίσω αὐτοῦ λέγουσα·
ἐλέησόν με, Kε υἱὸς Δαυείδ·
ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον.
καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ
ἠρώτουν αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν,
ὅτι κράζει ὄπισθεν ἡμῶν.
24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην
εἰ μὴ εἰς τὰ πρόβατα ταὺτα
τὰ ἀπολωλότα οἴκου Ἐισραήλ.
25 ἡ δὲ ἐλθοῦσα προσεκύν[ε]ι αὐτῷ λέγουσα·
Κε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν·
οὐκ ἐξέστιν [.] λαβεῖν τὸν ἄρτον τῶν τέκνων
καὶ βαλ[ε]ῖν τοῖς κυναρίοις.
27 ἡ δὲ εἶπεν· ναὶ Kε, καὶ γὰρ τὰ κυνάρια
ἐσθίουσιν ἀπὸ τῶν ψειχ[ί]ων
τῶν πειπτόντων ἀπὸ τῆς τραπέζης
τῶν κυναρίων αὐτῶν.
28 τότε ἀποκριθεὶς [..] εἶπεν αὐτῇ· [.] γύναι,
μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.
καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰης ἦλθεν
παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας,
καὶ ἀναβὰς εἰς τ[ὸ] ὄρος ἐκάθητο ἐκεῖ.
30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ
ἔχοντες μεθ’ἑαυτῶν
χωλούς, τυφλούς, κυλλούς, [.]
καὶ ἑτέρους πολλοὺς καὶ ἔ[ρ]ριψαν αὐτοὺς
ὑπὸ τοὺς πόδας αὐτοῦ,
καὶ ἐθεράπευσεν αὐτούς πάντας·
31 ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας
κωφοὺς λαλοῦντας, καὶ κυλλοὺς ὑγιεῖς
καὶ χωλοὺς περιπατοῦντας
καὶ τοὺς τυφλοὺς βλέποντας·
καὶ ἐδόξασαν τὸν Θν Ἰσραήλ.
32 Ὁ δὲ Ἰης προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ
εἶπεν· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον τοῦτον ,
ὅτι ἤδη ἡμέραι γ εἰσὶν καὶ προσμένουσίν μοι
καὶ οὐκ ἔχουσιν τί φάγωσιν·
καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω,
[μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ].
33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ·
πόθεν οὖν ἡμεῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι
ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34 καὶ λέγει αὐτοῖς ὁ Ἰης· πόσους ἄρτους ἔχεται;
οἱ δὲ εἶπον αὐτῷ· ἑπτὰ καὶ ὀλίγα ἰχθύδια.
35 καὶ παρανγείλας τῷ ὄχλῳ ἀναπεσ[ε]ῖν
ἐπὶ τὴν γῆν 36 ἔλαβεν τοὺς ζ ἄρτους
καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν
καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ.
37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ τὸ
περισσεῦον τῶν κλασμάτων ἦραν ζ σφυρίδας πλήρεις.
38 [οἱ δὲ αἰσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες]
χωρὶς παιδίων καὶ γυναικῶν .
39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνβαίνει εἰς τὸ πλοῖον
καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Μαγαδάν.