Codex Bezae Cantabrigiensis, Matthew, chapter XIV KATA ΜΑΘΘΑΙΟΝ XIV Codex Bezae Cantabrigiensis

 


1Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης
ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ,
2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ·
Mήτι οὗτός ἐστιν Ἰωάνης ὁ βαπτιστής
ὂν ἐγὼ ἀπεκεφάλισα·
αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν
καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐναργοῦσιν ἐν αὐτῷ.
3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην

ἔδησεν αὐτὸν [.] ἐν τῃ φυλακῇ [.]
διὰ Ἡρῳδιάδα τὴν γυναῖκα [.] τοῦ ἀδελφοῦ αὐτοῦ·
4 ἔλεγεν γὰρ αὐτῷ [.]Ἰωάννης · οὐκ ἔξεστίν σοι
ἔχειν αὐτήν. 5 καὶ θέλων αὐτ[ο]ν ἀποκτεῖναι
ἐφοβήθη τὸν ὄχλον,
ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6 Γενεσείοις δὲ γενομένοις τοῦ Ἡρῴδου
ὠρχήσατο ἡ θυγάτηρ αὐτοῦ Ἡρῳδιὰς ἐν τῷ μέσῳ
καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, 7 ὅθεν μεθ’ ὅρκου
ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ν αἰτήσηται.
8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς εἶπεν·
δός μοι ὧδε [..] τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
9 καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους
καὶ διὰ τοὺς συνανακειμένους
ἐκέλευσεν δοθῆναι, 10 καὶ πέμψας
ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τῷ πίνακι
καὶ ἐδόθη τῷ κορασίῳ,
καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ
ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθαψαν αὐτὸ
καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ
εἰς ἔρημον τόπον κατ’ εἰδίαν·
καὶ ἀκούσαντες οἱ ὄχλοι
ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 
14 Καὶ ἐξελθὼν εἶδεν ὄχλον πολὺν
καὶ ἐσπλαγχνίσθη περὶ αὐτῶν καὶ ἐθεράπευσεν
τοὺς ἀρρωστούντας αὐτῶν.
15 Ὀψείας δὲ γενομένης προσῆλθον αὐτῷ
οἱ μαθηταὶ αὐτοῦ λέγοντες·
ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν·
ἀπόλυσον τοὺς ὄχλους,

ἵνα ἀπελθόντες εἰς τὰς κώμας
ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν,
δότε ὑμεῖς φαγεῖν αὐτοῖς.
17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε
εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
18 ὁ δὲ εἶπεν· φέρεται μοι [.] αὐτούς.
19 καὶ κελεύσας τὸν ὄχλον ἀνακλειθῆναι
ἐπὶ τον χόρτον, ἔλαβεν τοὺς πέντε ἄρτους
καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν
ηὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς
τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων
ιβ κοφίνους πλήρεις.
21 οἱ δὲ αἰσθίοντες ἦσαν
ἄνδρες ὡς πεντακισχείλιοι
χωρὶς παιδίων καὶ γυναικῶν .
22 Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς
ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγιν [.] εἰς τὸ πέραν,
ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
23 καὶ ἀπολύσας τοὺς ὄχλους
ἀνέβη εἰς τὸ ὄρος καθ’ ἰδίαν προσεύξασθαι.
ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 
24 Τὸ δὲ πλοῖον ἦν εἰς μέσον τῆς θαλάσσης 
βασανιζόμενον ὑπὸ τῶν κυμάτων,
ἦ[ν] γὰρ ἐναντίος ὁ ἄνεμος.
25 τετάρτης δὲ φυλακὴς τῆς νυκτὸς
ἀπῆλθεν περιπατῶν πρὸς αὐτοὺς 
ἐπὶ τῆς θαλάσσης.
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν
ἐπὶ τῆς θαλάσσης περιπατοῦντα
ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν,

καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27 εὐθὺς δὲ ἐλάλησεν αὐτοῖς λέγων·
θαρρεῖτε, ἐγώ εἰμει· μὴ φοβεῖσθαι.  
28 Ἀποκρειθεὶς δὲ αὐτῷ  [.] Πέτρος εἶπεν· Κε, εἰ σὺ εἶ,
κέλευσόν με ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.
29 ὁ δὲ εἶπεν· ἐλθέ.
καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος
περιεπάτησεν ἐπὶ τὰ ὕδατα
[.] λθειν πρὸς τὸν Ἰησοῦν.
30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη,
καὶ ἀρξάμενος καταποντίζεσθαι
ἔκραξεν λέγων· Κε, σῶσόν με.
31 εὐθέως δὲ [.] Ἰης ἐκτείνας τὴν χεῖρα
ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε,
εἰς τί ἐδίστασας;
32 καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον
ἐκόπασεν ὁ ἄνεμος.
33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες
προσεκύνησαν αὐτῷ λέγοντες·
ἀληθῶς υἱὸς θεοῦ εἶ σύ. 34 Καὶ διαπεράσαντες
ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησάρ.
35 καὶ ἐπιγνόντες αὐτὸν
οἱ ἄνδρες τοῦ τόπου ἐκείνου
ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην
καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς
κακῶς ἔχοντας 36 καὶ παρεκάλουν αὐτὸν
ἵνα μόνον ἅψωνται
τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
καὶ ὅσοι ἥψαντο διεσώθησαν.