Codex Bezae Cantabrigiensis, Matthew, chapter XIII KATA ΜΑΘΘΑΙΟΝ XIII Codex Bezae Cantabrigiensis

 


1 Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξλθεν ὁ Ἰης
[..] καὶ ἐκάθητο παρὰ τὴν θάλασσαν·
2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί,
ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐνβάντα
καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος
ἐπὶ τὸν αἰγιαλὸν ε[ἱ]στήκει. 3 Καὶ ἐλάλησεν αὐτοῖς
πολλὰ ἐν παραβολαῖς λέγων·
ἰδοὺ ἐξῆλθεν ὁ σπείρων [.] σπεῖραι.
4 καὶ ἐν τῷ σπείρειν αὐτὸν
ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν,

καὶ ἧλθόν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.
5 δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη
ὅπου οὐκ εἶχεν γῆν πολλήν,
καὶ εὐθς ἐξανέτειλεν
διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6 τοῦ δὲ ἡλίου ἀνατείλαντος ἐκαυματίσθησαν
καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθησαν.
7 ἄλλα δὲ ἔπεσεν εἰς τὰς ἀκάνθας,
καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά.
8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν
καὶ ἐδίδουν καρπόν,
ὃ μὲν ρ, ὃ δὲ ξ, ὃ δὲ λ.
9 ὁ ἔχων ὦτα ἀκουέτω.
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ·
διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·
ὅτι ὑμῖν δέδοται γνῶναι
τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν,
ἐκείνοις δὲ οὐ δέδοται.
12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ
καὶ περισσευθήσεται·
ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει
ἀρθήσεται ἀπ’ αὐτοῦ.
13 διὰ τοῦτο ἐν παραβολαῖς (ε)λαλεῖ αὐτοῖς ,
ἵνα βλέποντες μὴ βλέπωσιν
καὶ ἀκούοντες μὴ ἀκούσωσιν
καὶ μὴ συνσιν, μήποτε ἐπιστρέψωσιν
14 καὶ τότε πληρωθήσεται επ' αὐτοῖς
ἡ προφητεία τοῦ Ἠσαΐου [.] λέγουσα·
πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ
ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,
καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,

καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν,
μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ
συνῶσιν καὶ ἐπιστρέψωσιν
καὶ ἰάσομαι αὐτούς.
16 ὑμῶν δὲ μακάριοι [.] ὀφθαλμοὶ ὅτι βλέπουσιν
καὶ [.] ὦτα ὑμῶν ὅτι ἀκούουσιν.
17 ἀμὴν γὰρ λέγω ὑμῖν
ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι
ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε
καὶ οὐκ ἠδυνήθησαν εἰδεῖν,
καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
18 Ὑμεῖς οὖν ἀκούσατε
τὴν παραβολὴν τοῦ σπείροντος.
19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας
καὶ μὴ συνιόντος
ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει
τὸ σπειρόμενον ἐν τῇ καρδίᾳ αὐτῶν,
οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς,
οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων
καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ
ἀλλὰ πρόσκαιρός ἐστιν,
γενομένης δὲ θλίψεως
ἢ διωγμοῦ διὰ τὸν λόγον
εὐθέως σκανδαλίζεται.
22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπειρόμενος,
οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων,
καὶ ἡ μέριμνα τοῦ αἰῶνος
καὶ ἡ ἀπάτη τοῦ πλούτους συνπνίγει τὸν λόγον
καὶ ἄκαρπος γίνεται.

23 ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς,
οὗτός ἐστιν ὁ ἀκούων τὸν λόγον καὶ συνιείς,
τότε καρποφορεῖ καὶ ποιεῖ
ὃ μὲν ρ, ὃ δὲ ξ, ὃ δὲ λ.
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων·
ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα
ἐν τῷ ἰδίῳ ἀγρῷ.
25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους
ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ [.]ἐσπειρεν ζιζάνια
ἀνὰ μέσον τοῦ σίτου [.] ἀπῆλθεν.
26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος
καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη [.] τὰ ζιζάνια.
27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου
ἐκείνου εἶπον αὐτῷ· κύριε,
οὐχὶ καλὸν σπέρμα ἔσπειρες ἐν τῷ σῷ ἀγρῷ;
πόθεν οὖν ἔχει ζιζάνια ;
28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος
τοῦτο ἐποίησεν. λέγουσιν αὐτῷ οἱ δοῦλοι·
θέλεις οὖν ἀπελθόντες συνλέξωμεν αὐτά;
29 λέγει αὐτοῖς· οὔ, μήποτε συνλέγοντες τὰ ζιζάνια
ἐκριζώσητε ἅμα καὶ  τὸν σῖτον σὺν αὐτοῖς.
30 ἄφετε ἀμφότερα συναυξάνεσθαι 
ἕως τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ
ἐρῶ τοῖς θερισταῖς·
συνλέξατε πρῶτον τὰ ζιζάνια
καὶ δήσατε [..] δέσμας πρὸς τὸ κατακαῦσαι [.],
τὸν δὲ σῖτον συνλέγετε εἰς τὴν ἀποθ[ήκ]ην μου.
31 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς λέγων·
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν
κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος
ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
32 ὃ μικρότερον μέν ἐστιν πάντων [τῶν] σπερμάτων,

ὅταν δὲ αὐξησῇ μεῖζων τῶν λαχάνων ἐστὶν
καὶ γίνεται δένδρον,
ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ
καὶ κατασκηνον ἐν τοῖς κλάδοις αὐτοῦ.
33 Ἄλλην παραβολὴν [..]· ὁμοία ἐστὶν ἡ βασιλεία
τῶν οὐρανῶν ζύμῃ,
ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου
σάτα τρία
ἕως οὗ ἐζυμώθη ὅλον.
34 ταῦτα πάντα ἐλάλησεν ὁ Ἰης
ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς
οὐκ ἐλάλει αὐτοῖς,
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν
διὰ τοῦ προφήτου λέγοντος·
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
ἐρεύξομαι κεκρυμμένα
ἀπὸ καταβολῆς κόσμου.
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν.
καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες·
φράσον ἡμῖν τὴν παραβολὴν
τῶν ζιζανίων τοῦ ἀγροῦ.
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν·
ὁ σπείρων τὸ καλὸν σπέρμα
ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου,
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὸ δὲ καλὸν σπέρμα
οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας·
τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν
ὁ διάβολος, ὁ δὲ θερισμὸς
συντέλεια αἰῶνός ἐστιν,
οἱ δὲ θερισταὶ ἄνγελοί εἰσιν.
40 ὥσπερ οὖν συνλέγονται τὰ ζιζάνια
καὶ πυρὶ κατακαίονται, οὕτως ἔσται

ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·
41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου
τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνλέξουσιν
ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα
καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν
42 καὶ βαλλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός·
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
43 τότε οἱ δίκαιοι [.]λάμψουσιν ὡς ὁ ἥλιος
ἐν τῇ βασιλείᾳ τοῦ Πρς αὐτῶν.
ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν
θησαυρῷ κεκρυμμένῳ ἐν [.] ἀγρῷ,
ὃν εὑρὼν τις ἔκρυψεν,
καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ
πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν
ἀνθρώπῳ ἐμπόρῳ
ζητοῦντι καλοὺς μαργαρίτας·
46 εὑρὼν δὲ [.] πολύτιμον μαργαρίτην
ἀπελθὼν ἐπώλησεν ἃ εἶχεν καὶ ἠγόρασεν αὐτόν.
47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν
σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν
καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
48 [.] ὅτε δὲ ἐπληρώθη ἀνεβιβάσαν αὐτὴν
ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες
συνέλεξαν τὰ καλλίστα εἰς τὰ  ἀγγῖα,
τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ  κόσμου·
ἐξελεύσονται οἱ ἄγγελοι
καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς
ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλλοῦσιν αὐτοὺς
εἰς τὴν κάμινον τοῦ πυρός·
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ναί.
52 λέγει αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς
μαθηθευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ,
ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ
καινὰ καὶ παλαιά.
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰης
τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ
ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν,
ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν·
πόθεν τούτῳ
πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;
οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ
καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης
καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ
οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν;
πόθεν οὖν τούτῳ  πάντα ταῦτα;
57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς·
οὐκ ἔστιν προφήτης ἄτιμος
εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς
διὰ τὰς ἀπιστίας αὐτῶν.