
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰης [τοῖς] σάββασιν
διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν
καὶ ἤρξαντο τοῦ στάχυας τίλλειν καὶ ἐσθίειν.
2 οἱ δὲ Φαρισαῖοι ἰδόντες αὐτοὺς εἶπον αὐτῷ·
ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν
ποιεῖν ἐν σαββάτῳ.
3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε
τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν
καὶ οἱ μετ’ αὐτοῦ;
4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θῦ
καὶ τοὺς ἄρτους τῆς προσθέσεως ἔφαγεν,
ὃ οὐκ ἦν ἐξὸν αὐτῷ φαγεῖν
οὐδὲ τοῖς μετ’ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ
ὅτι ἐν τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ
τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
6 λέγω γὰρ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν·
ἔλεος θέλω καὶ οὐ θυσίαν,
οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8 Κς γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν
εἰς τὴν συναγωγὴν αὐτῶν· 10 καὶ ἰδοὺ ἄνθρωπος
ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν.
καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες·
εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι;
ἵνα κατηγορήσουσιν αὐτοῦ.
11 ὁ δὲ εἶπεν αὐτοῖς·
τί ἐστιν ἐν ὑμῖν ἄνθρωπος
ὃς ἕχει πρόβατον ἓν
καὶ [.] ἐνπέσῃ [.] τοῖς σάββασιν εἰς βόθυνον,
οὐχὶ κράτει αὐτὸ καὶ ἐγερεῖ ;
12 πόσῳ οὖν διαφέρει ἄνθρωπος τοῦ προβάτου.
ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν τὴν χεῖρα σου.
καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη
ὑγιὴς ὡς ἡ ἄλλη.14 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι
συμβούλιον ἔλαβον κατ’αὐτοῦ
ὅπως αὐτὸν ἀπολέσωσιν.
15 Ὁ δὲ Ἰης γνοὺς ἀνεχώρησεν ἐκεῖθεν.
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί,
καὶ ἐθεράπευσεν αὐτοὺς
16 πάντας δὲ οὓς ἐθεράπευσεν έπέπληξεν αὐτοῖς
ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,
17 ἵνα πληρωθῇ τὸ ῥηθὲν
διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
18 ἰδοὺ ὁ παῖς μου εἰς ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου
ἐν ῷ εὐδόκησεν ἡ ψυχή μου·
θήσω τὸ πνά μου ἐπ’ αὐτόν,
καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει,
οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20 [...] οὐ κατεάξεις καὶ λίνον τυφόμενον
οὐ μὴ ζβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
21 καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιζοῦσιν.
22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος
τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν,
ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον·
μήτι ὅτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;
24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον·
οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια
εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
25 Ἰδὼν δὲ τὰς ἐνθυμήσεις αὐτῶν
εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα
ἐφ’ ἑαυτὴν ἐρημούτει
καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα ἐφ’ ἑαυτὴν
οὐ στήσεται. 26 εἰ δὲ καὶ ὁ σατανᾶς τὸν σατανᾶν
ἐκβάλλει,
ἐφ’ ἑαυτὸν ἐμερίσθη·
πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺς ἐκβάλλω τὰ δαιμόνια,
οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;
διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
28 εἰ δὲ ἐν Πνι Θῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια,
ἄρα ἔφθασαν ἐφ’ὑμᾶς ἡ βασιλεία τοῦ Θῦ.
29 ἢ πῶς δύναταί τις εἰσελθεῖν
εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ
διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν;
καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ
30 ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν,
καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.
31 Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία
καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις,
ἡ δὲ τοῦ Πνς βλασφημία
οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις.
32 καὶ ὃς ἃν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ
τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ·
ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνς τοῦ ἁγίου,
οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι
οὔτε ἐν τῷ μέλλοντι.
33 Ἢ ποιήσατε τὸ δένδρον καλὸν
καὶ τὸν καρπὸν αὐτοῦ καλὸν,
ἢ ποιήσατε τὸ δένδρον σαπρὸν
καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν·
ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
34 γεννήματα ἐχιδνῶν,
πῶς δύνασθε ἀγαθὰ λαλεῖν
πονηροὶ ὄντες;
ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας
τὸ στόμα λαλεῖ ἀγαθὰ. 35 ἀγαθὸς ἄνθρωπος
ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά,
καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ
ἐκβάλλει πονηρά.
36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν
ὃ λαλουσιν οἱ ἄνθρωποι ἀποδώσουσιν
περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ,
ἢ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων
καὶ Φαρισαίων λέγοντες· διδάσκαλε,
θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ
καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ,
καὶ σημεῖον οὐ δοθήσεται σοι
εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40 ὥσπερ γὰρ [.] Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους
τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας,
οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας
καὶ τρεῖς νύκτας.
41 Ἄνδρες Νεινευέται ἀναστήσονται ἐν τῇ κρίσει
μετὰ τῆς [γε]νεᾶς ταύτης καὶ κα[τα]κρινοῦσιν αὐτήν,
ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ,
καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. 42 βασίλισσα νότου
ἐγερθήσεται ἐν τῇ κρίσει
μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν,
ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς
ἀκοῦσαι τὴν σοφίαν τοῦ Σολομῶνος,
καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνα ἐξέλθῃ
ἀπὸ τοῦ ἀνθρώπου,
διέρχεται δι’ἀνύδρων τόπων
ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει
44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω
ὅθεν ἐξῆλθον· καὶ ἐλθὼν εὑρίσκει
τὸν οἶκόν σχολάζοντα
σεσαρωμένον καὶ κεκοσμημένον.
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἐαυτοῦ
ἑπτὰ ἕτερα πνεύματα πονηρότερα αυτοῦ
καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ·
καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ
τοῦ ἀνθρώπου ἐκείνου χείρον[α] τῶν πρώτων.
οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
46 λαλοῦντος δὲ αὐτοῦ τοῖς ὄχλοις
ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ
εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ.
47 εἶπεν δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου
καὶ οἱ ἀδελφοί σου ἑστήκεισαν ἔξω
ζητοῦντές λαλῆσαι σοι.
48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ·
τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν
οἱ ἀδελφοί μου; 49 καὶ ἐκτείνας τὴν χεῖρα [.]
ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν·
ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
50 ὅστις γὰρ [.] ποιεῖ τὸ θέλημα τοῦ Πατρός μου
τοῦ ἐν οὐρανοῖς
αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.