Codex Bezae Cantabrigiensis, Matthew, chapter XI KATA ΜΑΘΘΑΙΟΝ XI Codex Bezae Cantabrigiensis

 


1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰης διατάσσων
τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν
τοῦ διδάσκειν καὶ κηρύσσειν
ἐν ταῖς πόλεσιν αὐτῶν.
2 Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ
τὰ ἔργα τοῦ Ἰηῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ
3 εἶπεν αὐτῷ·
σὺ εἶ ὁ ἐργαζόμενος ἢ ἕτερον προσδοκῶμεν; 
4 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν αὐτοῖς·
πορευθέντες ἀπαγγείλατε Ἰωάννει
ἃ ἀκούετε καὶ βλέπετε· 5 τυφλοὶ ἀναβλέπουσιν
[...] λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν,
καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
6 καὶ μακάριός ἐστιν
ὃς ἄν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7 Τούτων δὲ πορευομένων ἤρξατο [.] Ἰης λέγειν
τοῖς ὄχλοις περὶ Ἰωάννου·
τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι
κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
8 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν
ἄνθρωπον [ἐν] μαλακοῖς ἠμφιεσμένον;
ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες
ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
9 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην;
ναὶ λέγω ὑμῖν,
καὶ περισσότερον προφήτου.
10 οὗτός ἐστιν περὶ οὗ γέγραπται·

ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου
πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου
ἔνπροσθέν σου.
11 Ἀμὴν λέγω ὑμῖν· οὐκ ἐγήγερται
ἐν τοῖς γεννητοῖς τῶν γυναικῶν
μείζων Ἰωάννου τοῦ βαπτιστοῦ·
ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
μείζων αὐτοῦ ἐστιν.
12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννους τοῦ βαπτιστοῦ
ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται
καὶ οἵ βιασταὶ ἁρπάζουσιν αὐτήν.
13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος
ἕως Ἰωάννου ἐπροφήτευσαν·
14 καὶ εἰ θέλετε δέξασθαι,
αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.
15 ὁ ἔχων ὦτα ἀκουέτω.
16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην;
ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν τ ἀγορ
ἃ προσφωνοῦντα τοῖς ἑτέροις 17 λέγουσιν·
ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε,
ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε.
18 ἦλθεν γὰρ Ἰωάννης
μήτε ἐσθίων μήτε πίνων,
καὶ λέγουσιν· δαιμόνιον ἔχει.
19 ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων,
καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος
φάγος καὶ οἰνοπότης,
τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.
καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις
ἐν αἷς γεγονέισαν αἱ πλεῖσται δυνάμεις [.],
ὅτι οὐ μετενόησαν·
21 οὐαί σοι, Χοροζαίν καὶ Βεθσαειδά·

ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνει ἐγεγονέισαν
αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι
ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σειδῶνι
ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
23 καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ
ἕως ᾅδου καταβήσῃ ;
ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις
αἱ γενόμεναι ἐν σοί,
ἔμειναν ἂν μέχρι τῆς σήμερον.
24 πλὴν λέγω ὑμῖν
ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται
ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰης εἶπεν·
ἐξομολογοῦμαί σοι, Πάτερ, Κε τοῦ οὐρανοῦ
καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα
ἀπὸ σοφῶν καὶ συνετῶν
καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 26 ναὶ ὁ πατήρ,
ὅτι οὕτως ἐγένετο εὐδοκία ἔνπροσθέν σου. 
27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πρς μου,
καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ,
οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς
καὶ ᾧ ἃν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες
καὶ πεφορτισμένοι ἔστε, κἀγὼ ἀναπαύσω ὑμᾶς.
29 ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς
καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι
καὶ ταπεινὸς τῇ καρδίᾳ,
καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
30 ὁ γὰρ ζυγός μου χρηστὸς
καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.