
1 Καὶ προσκαλεσάμενος τοὺς ιβ μαθητὰς αὐτοῦ
ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων
ὥστε ἐκβάλειν αὐτὰ καὶ θεραπεύειν
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
2 Τῶν [.] ιβ ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα·
πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος
καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ,
[.] Ἰάκωβος [.] τοῦ Ζεβεδέου
καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
3 Φίλιππος καὶ Βαρθολομαῖος,
Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης,
Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββέος,
4 καὶ Σίμων ὁ Χαναναῖος καὶ Ἰούδας ὁ Σκαριώτης
ὁ καὶ παραδοὺς αὐτόν.
5 Τούτους τοὺς ιβ ἀπέστειλεν ὁ Ἰης
παραγγείλας αὐτοῖς καὶ λέγων·
εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε
καὶ εἰς πόλιν Σαμαριτανῶν μὴ εἰσέλθητε·
6 ὑπάγετε [.] μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα
οἴκου Εἰσραήλ.
7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες
ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
8 ἀσθενοῦντας θεραπεύσατε, νεκροὺς ἐγείρατε,
λεπροὺς καθαρείσατε, καὶ δαιμόνια ἐκβάλετε·
δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
9 Μὴ κτήσησθε χρυσὸν μητὲ ἄργυρον
μητὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
10 μητὲ πήραν εἰς ὁδὸν
μητὲ δύο χιθῶνας μητὲ ὑποδήματα
μητὲ ῥάβδον·
ἄξιος γὰρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
11 ἡ πόλις εἰς ἣν [.] ἂν [..] εἰσέλθητε εἰς αὐτὴν,
ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν·
κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν
ἀσπάσασθε αὐτήν λέγοντες·
εἰρήνη τῷ οἴκῳ τοῦτῳ
13[.] ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐσται ἡ εἰρήνη
ὑμῶν ἐπ’ αὐτήν, εἰ δὲ μὴ γε [...] εἰρήνη ὑμῶν
πρὸς ὑμᾶς ἐπιστραφήτω.
14 καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς
μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν,
ἐξερχόμενοι ἔξω [...] τῆς πόλεως
[.] ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται
γῇ Σοδόμων καὶ Γομόρας
ἐν τῇ ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς
ὡς πρόβατα ἐν μέσῳ λύκων·
γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις
καὶ ἀπλούστοι ὡς αἱ περιστεραί.
17 Προσέχετε [.] ἀπὸ τῶν ἀνθρώπων·
παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια
καὶ εἰς τὰς συναγωγὰς αὐτῶν, μαστιγώσουσιν ὑμᾶς·
18 καὶ ἐπὶ ἡγεμoνῶν [..] σταθήσεσθε ἕνεκεν ἐμοῦ
εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
19 ὅταν δὲ παραδώσουσιν ὑμᾶς, μὴ μεριμνήσητε
πῶς ἢ τί λαλήσητε· [..] 20 οὐ γὰρ ὑμεῖς ἐστε
οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς [.]
τὸ λαλοῦν ἐν ὑμῖν.
21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον
καὶ πατὴρ τέκνον,
καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς
καὶ θανατώσουσιν αὐτούς.
22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων
διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος
οὗτος σωθήσεται.
23 Ὅταν δὲ διώκουσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ,
φεύγετε εἰς τὴν ἄλλην · ἐὰν δὲ ἐν τῇ ἄλλῃ
διώκουσιν ὑμᾶς, φεύγετε εἰς τὴν ἄλλην·
ἀμὴν [.] λέγω ὑμῖν,
οὐ μὴ τελέσητε τὰς πόλεις [.] Ἰσραὴλ
ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.
24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον
οὐδὲ δοῦλος ὑπὲρ τὸν Κν αὐτοῦ.
25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται
ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ Κς αὐτοῦ.
εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ κάλουσιν,
πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.
26 Μὴ οὖν φοβηθῆτε αὐτούς·
οὐδὲν γάρ ἐστιν κεκαλυμμένον
ὃ οὐκ ἀποκαλυφθήσεται
καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
27 ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί,
καὶ ὃ εἰς τὸ οὖς ἀκούετε
κηρύσσετε ἐπὶ τῶν δωμάτων.
28 Καὶ μὴ φοβηθῆτε
ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα,
τὴν δὲ ψυχὴν μὴ δυναμένων σφάξαι·
φοβηθῆτε δὲ μᾶλλον τὸν δυνάμενον
καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γεένναν.
29 οὐχὶ δύο στρουθία τοῦ ἀσσαρίου πωλοῦνται;
καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν
ἄνευ τοῦ Πατρὸς ὑμῶν.
30 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν
πᾶσαι ἠριθμημέναι εἰσίν.
31 μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων
διαφέρετε ὑμεῖς.
32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ
ἔνπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ [.] αὐτὸν
ἔνπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς·
33 ὅστις δ’ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων,
ἀρνήσομαι κἀγὼ αὐτὸν
ἔνπροσθεν τοῦ Πατρός μου τοῦ ἐν [.] οὐρανοῖς.
34 Μὴ νομίσητε ὅτι ἦλθον
βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν·
οὐκ ἦλθον βαλεῖν εἰρήν[ην] ἀλλὰ μάχαιραν.
35 ἦλθον γὰρ δικάσαι υἱόν κατὰ [.] πατρὸς αὐτοῦ
καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς
καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς,
36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ
οὐκ ἔστιν μου ἄξιος [...].
38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ
καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν,
ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ
ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται,
(καὶ ὁ ἐμὲ δεχόμενος δέχεται) τὸν ἀποστείλαντά με.
41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου
μισθὸν προφήτου λήμψεται, [...]
42 καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν ἐλακίστων τούτων
ποτήριον ὕδατος ψυχροῦ [.] εἰς ὄνομα μαθητοῦ,
ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπόληται ὁ μισθὸς αὐτοῦ.