Évangile de Matthieu, Codex Bezae Cantabrigiensis, chapitre I KATA MAΘΘΑΙΟΝ, Codex Bezæ Cantabrigiensis I




Restitution du texte grec à partir de la traduction latine.

12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος
Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ,
Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,
13 Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούθ,
Ἀβιοὺθ δὲ ἐγέννησεν τὸν Ἐλιακιβ,
Ἑλιακὶβ δὲ ἐγέννησεν τὸν Ἀζώρ,
14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ,
Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ,
Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούθ,
15Ἐλιοὺθ δὲ ἐγέννησεν τὸν Ἑλεάζαρ,
Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν,
Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,
16Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ
ᾦ μνηστευθεῖσα ἡ παρθένος Μαρία
ἔτεκεν τὸν Χριστόν Ἰησοῦν
.
17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ
ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες εἰσίν,
καὶ ἀπὸ Δαυὶδ
ἕως τῆς μετοικεσίας Βαβυλῶνος
γενεαὶ δεκατέσσαρες εἰσίν,
καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος
ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες εἰσίν.
18 Τοῦ δὲ [.] Χριστοῦ ἡ γένεσις οὕτως ἦν.
μνηστευθείσης γὰρ [..] Μαρίας τῷ Ἰωσήφ,
πρὶν ἢ συνελθεῖν αὐτοὺς
εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνς Ἁγίου.
19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν
καὶ μὴ θέλων αὐτὴν (παραδειγματίσαι?),
ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος
ἰδοὺ ἄγγελος Κυ ἐν ὁράματι
ἐφάνη αὐτῷ λέγων·
Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς
----------------------------------------------------------
Texte originel en grec

παραλαβεῖν Μαρίαμ τὴν γυναῖκά σου·
τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνς Ἁγίου ἐστιν.
21 τέξεται δὲ υἱόν,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·
αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ
ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
22 τοῦτο δὲ ὅλον γέγονεν
ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυ
διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος·
23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει
καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ
νμανουήλ,
ὅ ἐστιν μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ Θς.
24 διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν
ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυ
καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ,
25 καὶ οὐκ ἔγνω αὐτὴν
ἕως οὗ ἔτεκεν τὸν υἱόν αὐτῆς
τον πρωτότοκον
·
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.