mk.php?chapter=9&lang=b#14 KATA MAPKON IX, Codex Bezae Cantabrigiensis




1 - καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν
ὅτι εἰσίν τινες [ὧ]δε τῶν ἑστηκότων μετ᾽ἐμου
οἵτινες οὐ μὴ γεύσωνται θανάτου
ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ
ἐληλυθυῖαν ἐν δυνάμει. 2 Καὶ μετὰ ἡμέρας ἓξ
παραλαμβάνει ὁ Ἰης τὸν Πέτρον
καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην,
καὶ ἀνάγει αὐτοὺς εἰς ὄρος ὑψηλὸν
κατ’ ἰδίαν μόνους, καὶ τάτε μορφώθη
ἔμπροσθεν αὐτῶν,
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγενένοντο στίλβοντα
λευκὰ λίαν ὡς χιὼν,
ὡς οὐ δύναται τις λευκᾶναι ἐπὶ τῆς γῆς.
4 καὶ ὤφθη αὐτοῖς Ἡλείας σὺν Μωϋσεῖ,
καὶ συνελάλουν τῷ Ἰηῦ. 5 καὶ ἀποκριθεὶς
ὁ Πέτρος εἶπεν τῷ Ἰηῦ· ῥαββεί,
καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι,
θέλεις ποιήσω σκηνάς τρεῖς,
σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἡλείᾳ μίαν.
6 οὐ γὰρ ᾔδει τί λαλήσει·
ἔκφοβοι γὰρ ἐγένοντο.

7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς,
καὶ ἦλθεν φωνὴ ἐκ τῆς νεφέλης λέγουσα,
Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.
8 καὶ εὐθέως περιβλεψάμενοι
οὐκέτι οὐδένα εἶδον
ει μὴ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.
9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους
διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἴδοσαν
διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς
τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 καὶ τὸν λόγον ἐκράτησαν
πρὸς ἑαυτοὺς συζητοῦντες
τί ἐστιν ὅταν ἐκ νεκρῶν ἀναστ.
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
ὅτι [..] οἱ γραμματεῖς λέγουσιν·
Ἡλείαν δεῖ πρῶτον ἐλθεῖν ;
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·
Εἰ Ἡλείας ἐλθὼν πρῶτος ἀποκαταστάνει πάντα.
καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου;
ἵνα πολλὰ πάθῃ καὶ ἐξουθενωθῇ.
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἡλείας ἐλήλυθεν,
καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον,
καθὼς γέγραπται ἐπ’ αὐτόν.
14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον
πολὺν πρὸς αὐτοὺς καὶ τοὺς γραμματεῖς
συζητοῦντας [.] αὐτoîς. 15 καὶ εὐθεὼς
πᾶς [.] ὄχλος ἰδόντες τὸν Ιην ἐθάμβησαν,
καὶ προσχέροντες ἠσπάζοντο αὐτόν.
16 καὶ ἐπηρώτησεν αὐτούς· τί συνζητεῖτε
ἐν ὑμῖν ; 17 καὶ ἀπεκρίθη αὐτῷ
εἷς ἐκ τοῦ ὄχλου, Διδάσκαλε,
ἤνεγκα τὸν υἱόν μου πρὸς σέ,
ἔχοντα πνεῦμα ἄλαλον,

18 καὶ ὅπου ν αὐτὸν καταλάβῃ
άσσει [.] καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας
καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου
ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
ἐκβαλεῖν αὐτό. 19 καὶ [.] ἀποκριθεὶς αὐτοῖς λέγει·
ὦ γενεὰ ἄπιστε, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι ;
ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν
πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν
[..] καὶ ἰδὼν αὐτὸν, τὸ πνεῦμα [.] ετάραξεν αὐτόν,
καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ·
πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ;
ὁ δὲ εἶπεν· ἐκ παιδός· 22 καὶ πολλάκις αὐτὸν
[.] εἰς πῦρ [.] καὶ εἰς ὕδατα βάλλει,
ἵνα αὐτόν ἀπολέσῃ · ἀλλὰ εἴ τι δύνῃ,
βοήθησον ἡμῖν Κε σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
23 ὁ δὲ Ἰης εἶπεν αὐτῷ, [.] εἰ δύνῃ πιστεῦσαι; πάντα
δυνατὰ τῷ πιστεύοντι.
24 καὶ εὐθεὼς κράξας ὁ πατὴρ τοῦ παιδίου
μετὰ δακρύων λέγει· πιστεύω·
βοήθει τῇ ἀπιστίᾳ μου . 25 καὶ ὅτε εἶδεν [.] Ἰης
ὅτι ἐπισυντρέχει ὄχλος,
ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ
εἰπὼν αὐτῷ· Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα,
ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ
καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 καὶ κράξας καὶ πολλὰ σπαράξας
ἐξῆλθεν ἀπ᾽ αὐτοῦ · καὶ ἐγένετο ὡς νεκρός,
ὥστε πολλοὺς λέγοντας ὅτι ἀπέθανεν.
27 ὁ δὲ Ἰης κρατήσας τῆς χειρὸς αὐτοῦ
ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον
οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ρώτων αὐτόν·

Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος
ἐν οὐδεν δύναται ἐξελθεῖν
εἰ μὴ ἐν προσευχῇ καὶ νηστεία.
30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο
διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ,
καὶ ἔλεγεν αὐτοῖς ὅτι [.] υἱὸς τοῦ ἀνθρώπου
παραδίδοται εἰς χεῖρας ἀνθρώπου,
καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ [.] μετὰ τρεῖς ἡμέρας
ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα,
καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶ ἤλθοσαν εἰς Καφαρναούμ.
καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς·
τί ἐν τῇ ὁδῷ διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων·
πρὸς ἀλλήλους γὰρ διελέχθησαν [..]
τίς μείζων γενήται αὐτῶν.
35 τότε καθίσας ἐφώνησεν τοὺς δώδεκα,[...]
36 καὶ λαβὼν τὸ παιδίον
ἔστησεν αὐτὸν ἐν μέσῳ αὐτῶν,
καὶ ἐνανκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37 ὃς ἂν [.] τῶν τοιούτων παιδίων
δέξηται ἐν τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
καὶ ὃς ἂν ἐμὲ δέχηται,
οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38 Ἀπεκρίθη αὐτῷ [.] Ἰωάννης καὶ εἶπεν ·
Διδάσκαλε, εἴδαμέν τινα ἐν τῷ ὀνόματί σου
ἐκβάλλοντα δαιμόνια,
ὃς οὐκ κολουθεῖ μεθ᾽ἡμῶν,
καὶ ἐκωλύομεν αὐτόν. 39 ὁ δὲ ἀποκριθεὶς εἶπεν·
μὴ κωλύετε [.], οὐδεὶς γάρ ἐστιν
ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου
καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·

40 ὃς γὰρ οὐκ ἔστιν καθ’ μῶν, ὑπὲρ μῶν ἐστιν.
41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς
ποτήριον ὕδατος ἐν τῷ ὀνόματι μου
ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν
ὅτι οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ.
42 Καὶ ὃς ἂν σκανδαλίζ
ἕνα τῶν μικρῶν τούτων τῶν πίστιν
ἐχόντων, καλόν ἐστιν αὐτῷ μᾶλλον
εἰ περιέκειτο μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ
καὶ εἰς τὴν θάλασσαν έβλήτη.
43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου,
ἀπόκοψον αὐτήν· καλόν ἐστίν σοι
κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν,
ἢ [.] δύο χεῖρας ἔχοντα βληθῆναι
εἰς τὴν γέενναν, ὅπου ἐστὶν τὸ πῦρ
τὸ ἄσβεστον. 44 ὁ σκώληξ αὐτῶν
οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται

45 κἄν ὁ πούς σου σκανδαλίζῃ σε,
ἀπόκοψον αὐτόν·
καλόν σοι ἐστίν χωλὸν εἰσελθεῖν
εἰς τὴν ζωὴν αἰώνιον
ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι
εἰς τὴν γέενναν 46 εἰς τὸ πῦρ τὸ ἄσβεστον,
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ
καὶ τὸ πῦρ οὐ σβέννυται
.
47 καὶ [.] ὁ ὀφθαλμός σου σκανδαλίζει σε,
ἔκβαλε αὐτόν·
καλόν σοί ἐστιν μονόφθαλμον εἰσελθεῖν
εἰς τὴν βασιλείαν τοῦ Θῦ,
ἢ δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν,
48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ
καὶ τὸ πῦρ οὐ σβέννυται·
49 πᾶσα γὰρ θυσία ἀλὶ ἁλισθήσεται.

50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας
ἄναλον γενήσεται, ἐν τίνι αὐτὸ ἀρτύσεται;
ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε
ἐν ἀλλήλοις.