KATA MAPKON VIII, Codex Bezae Cantabrigiensis




1 Ἐν ἐκείναις δὲ ταῖς ἡμέραις
πάλιν πόλλου ὄχλου ὄντος
καὶ μὴ ἐχόντων αὐτῶν τί φάγωσι,
προσκαλεσάμενος τοὺς μαθητὰς [.] λέγει αὐτοῖς·
2 σπλαγχνίζομαι ἐπὶ το ὄχλου τούτου,

ὅτι ἤδη ἡμέραι τρεῖς εἶσιν· ἀπὸ πότε ὧδε εἶσιν
καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
3 καὶ [.] ἀπολῦσαι αὐτοὺς νήστεις εἰς οἶκον [.], οὐ θέλω
μὴ
ἐκλύθωσιν ἐν τῇ ὁδῷ, ὅτι καί τινὲς ἐξ αὐτῶν
ἀπὸ μακρόθεν ἥκασιν. 4 καὶ ἀπεκρίθησαν αὐτῷ
οἱ μαθηταὶ αὐτοῦ [.] πόθεν τούτους δυνήσεταί
τις [.] χορτάσαι ἄρτων ἐπ’ ἐρημίας;
5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἄρτους ἔχετε ;
οἱ δὲ εἶπον· ἑπτά. 6 καὶ παραγγέλλει τῷ ὄχλῳ
ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους
καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου
τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν·
καὶ παρέθηκαν τῷ ὄχλῳ. 7 καὶ εἶχαν
ἰχθύδια ὀλίγα· καὶ εὐχαριστήσας [.] εἶπεν
καὶ αὐτοὺς ἐκέλευσεν παρατειθέναι .
8 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν,
καὶ ἦραν τὸ περισσεύμα
τῶν κλασμάτων σφυρίδας ἑπτὰ.
9 ἦσαν δὲ οἱ φάγοντες ὡς τετρακισχίλιοι·
καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ αὐτὸς ἀνέβη
εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ
καὶ ἦλθεν εἰς τὰ ὅρια Μελεγαδά.
11 καὶ ἐξήλθοσαν οἱ Φαρισαῖοι καὶ ἤρξαντο
συνζητεῖν συν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ
τὸ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ,
πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας
τῷ πνεύματι[.]λέγει·
τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον;
ἀμὴν λέγω ὑμῖν εἰ δοθήσεται
τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 καὶ ἀφεὶς αὐτοὺς πάλιν
ἐμβὰς εἰς τὸ πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν.
14 Καὶ ἐπελάθοντο οἱ μαθηταὶ λαβεῖν ἄρτους,

[.] εἰ μὴ ἕνα ἄρτον [.] εἶχον μετ’ ἑαυτῶν
ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων·
[.], βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων
καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο
πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ εἶχαν.
17 καὶ γνοὺς ὁ Ἰης λέγει αὐτοῖς· τί διαλογίζεσθε
ἐν ταῖς καρδίαις ὑμῶν ὅτι ἄρτους οὐκ ἔχετε;
οὔπω νοεῖτε οὐδὲ συνίετε;
πεπωρωμένη ἐστιν ἡ καρδία ὑμῶν;
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε,
καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε,
οὐδὲ μνημονεύετε,
19 ὅτε τοὺς πέντε ἄρτους τοὺς ἔκλασα
εἰς τοὺς πεντακισχιλίους,
καὶ πόσους κοφίνους κλασμάτων
ἤρατε πλήρεις ; λέγουσιν αὐτῷ· δώδεκα.
20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους,
πόσας σφυρίδας [.] κλασμάτων ἤρατε;
οἱ δὲ εἶπον· ἑπτά. 21 καὶ λέγει αὐτοῖς·
πῶς οὔπω συννοεἶτε;
22 Καὶ ἔρχονται εἰς Βηθανίαν καὶ φέρουσιν
αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν
ἵνα αὐτοῦ ἅψηται.
23 καὶ λαβόμενος τὴν χειρ τοῦ τυφλοῦ
ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης,
καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ,
ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπερώτα αὐτόν,
εἴ τι βλέπει; 24 καὶ ἀναβλέψας λέγει·
βλέπω τοὺς ἀνθρώπους, [.] ὡς δένδρα [.]
περιπατοῦντας. 25 καὶ πάλιν ἐπιθεὶς τὰς χεῖρας
ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ,
καὶ ἤρξατο ἀναβλέψαι , καὶ ἀποκατεστάθη,
ὤστε ἀναβλέψαι τηλαυγῶς πάντα.

26 καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ
καὶ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκον σου
καὶ μηδενὶ εἰπῂς εἰς τὴν κώμην.
27 Καὶ ἐξῆλθεν ὁ Ἰης καὶ οἱ μαθηταὶ αὐτοῦ
εἰς [..] Καισαρείαν τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ
ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων[.]·
Τίνα με λέγουσιν εἶναι οἱ ἄνθρωποι ;
28 οἱ δὲ ἀπεκρίτησαν αὐτῷ λέγοντες
[.]Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ, Ἡλίαν,
ἄλλοι δὲ ὡς ἕνα τῶν προφητῶν.
29 αὐτὸς δὲ ἐπηρώτα αὐτούς·
ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός.
30 καὶ ἐπετίμησεν αὐτοῖς
ἵνα μηδενὶ εἴπωσιν περὶ αὐτοῦ.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν
τοῦ ἀνθρώπου πολλὰ παθεῖν,
καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων
καὶ ἀπὸ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων
καὶ ἀποκτανθῆναι
καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι.
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει.
καὶ προσλαβόμενος ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν
αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν
τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ
λέγων· ὕπαγε ὀπίσω μου, σατανᾶ,
ὅτι οὐ φρονεῖς τὰ τοῦ Θῦ
ἀλλὰ τῶν ἀνθρώπων.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον
σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν [.]·
Εἰ τις θέλει ὀπίσω μου ἀκολουθεῖν,
ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ
καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ν θέλῃ

τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν·
ὃς δ’ ἂν ἀπολέσει αὐτὴν
ἕνεκεν [.] τοῦ εὐαγγελίου, σώσει αὐτήν.
36 τί γὰρ ὠφελήσει τὸν ἄνθρωπον
ἐὰν κερδῆσ τὸν κόσμον ὅλον
καὶ ζημιωθτὴν ψυχὴν αὐτοῦ;
37 τί γὰρ δώσει ἄνθρωπος ἀντάλλαγμα
τῆς ψυχῆς αὐτοῦ; 38 ὃς δέ ἂν ἐπαισχυνθήσεται ἐμε
καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ
τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ,
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν,
ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ
μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.