Evangile de Marc selon le codex Bezae Cantabrigiensis, chapitre VII KATA MAPKON VII, Codex Bezae Cantabrigiensis




1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι
καί τινες τῶν γραμματέων
ἐλθόντες ἀπὸ Ἱεροσολύμων·
2 καὶ εἰδό[ν]τες τινὰς τῶν μαθητῶν αὐτοῦ
[.] κοιναῖς χερσί, τοῦτ' ἔστιν ἀνίπτοις,
ἐσθίοντας ἄρτους κατέγνωσαν·
3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι,
ἐὰν μὴ πυκμῇ νίψωνται
τὰς χεῖρας, οὐκ ἐσθίουσιν ἄρτον,
κρατοῦντες τὴν παραδόσιαν
τῶν πρεσβυτέρων·
4 καὶ ἀπ' ἀγορᾶς, ὅταν ἔλθωσιν
ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν·
καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον
αὔτοῖς τηρεῖν, βαπτισμοὺς ποτηρίων
καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν·
5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι
καὶ οἱ γραμματεῖς λέγοντες·
Διατί οἱ μαθηταί σου οὐ περιπατοῦσιν
κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων,
ἀλλὰ κοιναῖς ταῖς χερσὶν ἐσθίουσιν
τὸν ἄρτον; 6 ὁ δὲ ἀποκρίθεις εἶπεν αὐτοῖς

ὅτι καλῶς ἐπροφήτευσεν Ἡσαΐας περὶ ὑμῶν
[.] ὑποκριτῶν, καὶ εἶπεν· ὁ λαὸς οὗτος
τοῖς χείλεσίν με ἀγαπᾷ, ἡ δὲ καρδία αὐτῶν
πόρρω ἀφέστηκενφ' ἐμοῦ·
7 μάτην δὲ σέβονταί με, διδάσκοντες
διδασκαλίας ἐντάλματα ἀνθρώπων.
8 βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων,
καὶ ἄλλα παρόμοια ἅ ποιεῖται τοιαῦτα πολλὰ.
ἀφέντες τὴν ἐντολὴν τοῦ Θεοῦ
κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων,
9 καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀτεθεῖτε
τὴν ἐντολὴν τοῦ Θεοῦ
ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε.
10 Μωϋσῆς γὰρ εἶπεν· τίμα τὸν πατέρα σου
καὶ τὴν μητέρα [.]· καί· ὁ κακολογῶν
πατέρα ἢ μητέρα θανάτῳ τελευτείτω·
11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος
τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρί,
κορβᾶν, ὅ ἐστιν Δῶρον,
ὃ ἄν [.] μου ὠφεληθῇς,
12 [.] οὐκ ἐναφίεται αὐτὸν οὐδὲν ποιῆσαι
τῷ πατρὶ ἢ τῇ μητρί , 13 ἀκυροῦντες τὸν λόγον
τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν
τῇ μωρᾷ ᾗ παρεδώκατε· καὶ παρόμοια
τὰ αὐτὰ πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενος
πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς·
Ἀκούσατέ μου πάντες καὶ συνί[ε]τε.
15 οὐδ' ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου
εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτόν
κοινῶσαι, ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου
ἐκπορευόμενά ἐκεῖνά ἐστιν
τὰ κοινοῦντα τὸν ἄνθρωπον.
16 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

17 Καὶ ὅτε εἰσῆλθεν εἰς τῆν οἰκίαν
ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν
οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολὴν.
18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς
ἀσύνετοί ἐστε; οὐ νοεῖτε
ὅτι πᾶν τὸ ἔξωθεν
εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον
οὐ δύναται αὐτὸν κοινῶσαι;
19 οὐ γὰρ εἰσέρχεται εἰς τὴν καρδίαν αὐτοῦ,
ἀλλ' εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ὀχετὸν,
ἐξέρχεται, καθαρίζει πάντα τὰ βρώματα.
20 ἔλεγον δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου
ἐκπορευόμενον, ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων
οἱ διαλογισμοὶ [.] κακοὶ ἐκπορεύονται,
πορνεῖα, κλέμματα, μοιχεῖαι, φόνος,
22 πλεονεξία, δόλος, πονηρία, ἀσέλγεια,
ὀφθαλμὸς πονηρός, βλασφημίαι, ὑπερηφανίαι,
ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ
ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ
τὸν ἄνθρωπον. 24 Καὶ ἀναστὰς ἐκεῖθεν
ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου [..]. καὶ εἰσελθὼν
εἰς τὴν οἰκίαν οὐδένα ἤθελεν γνῶναι,
καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25 γυνὴ δὲ εὐθέως
ὡς ἀκούσασα περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον [.]
πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα καὶ προσέπεσεν
πρὸς τοὺς πόδας αὐτοῦ· 26 ἡ δὲ γυνὴ ἦν
Ἑλληνίς, Φοίνισσα τῷ γένει·
καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ
ἀπὸ τῆς θυγατρὸς αὐτῆς. 27 καὶ λέγει αὐτῇ·
Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα·
οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν
τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις .

28 ἡ δὲ ἀπεκρίθη αὐτῷ λέγουσα· [.] Κύριε· ἀλλὰ καὶ τὰ
κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν
ἀπὸ τῶν ψιχίων τῶν πεδ[ί]ων. 29 καὶ εἶπεν αὐτῇ·
ὕπαγε, Διὰ τοῦτον [.] λόγον
ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
30 καὶ ἀπελθοῦσα εἰς οἶκον εὗρεν τὴν θυγατέραν
βεβλημένην ἐπὶ τὴν κλίνην
καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου
ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν
τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων
τῆς Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ
κωφὸν καὶ μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν
ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖραν. 33 καὶ ἀπολαβόμενος
αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ἰδίαν
πτύσας, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ
εἰς τὰ ὦτα αὐτοῦ,
καὶ ἥψατο τῆς γλώσσης αὐτοῦ,
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν
ἀνεστέναξεν καὶ λέγει αὐτῷ· Ἐφφεθά, ὅ ἐστιν
διανυχθητι. 35 καὶ ἠνύγησαν αἱ ἀκοαί αὐτοῦ
καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ,
καὶ ἐλάλει ὀρθῶς. 36 καὶ διεστείλατο αὐτοῖς
ἵνα μηδενὶ μηδὲν εἴπωσιν·
οἵ δὲ [..] αὐτοὶ μᾶλλον περισσοτέρως ἐκήρυσσον.
37 καὶ ὑπερεκπερισσῶς ἐξεπλήσσοντο λέγοντες·
Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς
ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.