Evangile de Marc selon le codex Bezae Cantabrigiensis, chapitre VI KATA MAPKON VI, Codex Bezae Cantabrigiensis




1 Καὶ ἐξῆλθε ἐκεῖθεν καὶ καπῆλθεν
εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ
οἱ μαθηταὶ αὐτοῦ. 2 καὶ ἡμέρᾳ σαββάτων
ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ·
καὶ πολλοὶ ἀκούσαντες ἐξεπλήσσοντο
ἐπὶ tῆ διδαχὴ αὐτοῦ λέγοντες·
Πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία
ἡ δοθεῖσα αὐτῷ, ἵνα καὶ δυνάμεις τοιαῦται
διὰ τῶν χειρῶν αὐτοῦ γίνωνται;

3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς [.] Μαρίας,
καὶ ὁ ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα
καὶ Σίμωνος ; οὐχὶ καὶ αἱ ἀδελφαὶ αὐτοῦ
ὧδε πρὸς ἡμᾶς εἰσιν ;
καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰης
ὅτι οὐκ ἔστι προφήτης ἄτιμος
εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν
καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5 καὶ οὐκ ἠδύνατο ἐκεῖ
οὐδεμίαν ποιῆσαι δύναμιν,
εἰ μὴ ὀλίγοις ἀρρώστοις
ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·
6 καὶ ἐθαύμαζεν διὰ τὴν πίστιν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
7 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς,
[.] ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο,
[.] δοὺς αὐτοῖς ἐξουσίαν
τῶν πνευμάτων τῶν ἀκαθάρτων,
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν
εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον,
μήτε πήραν, μήτε ἄρτον,
μήτε εἰς τὴν ζώνην χαλκόν,
9 ἀλλὰ ὑποδεδεμένους σανδάλια,
καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.
10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ν εἰσέλθητε
[..] ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν·
11 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς
μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι
ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν
[..] τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς·
[...]12 Καὶ ἐξελθόντες ἐκήρυξαν
ἵνα μετανοῶσιν, 13 καὶ δαιμόνια πολλὰ
ἐξέβαλον, καὶ ἀλείψαντες ἐλαίῳ

πολλοὺς ἀρρώστους [.] ἐθεράπευον.
14 Καὶ ἤκουσεν Ἡρῴδης ὁ βασιλεὺς·
φανερὸν γὰρ ἐγένετο
τὸ ὄνομα αὐτοῦ· καὶ ἐλέγοσαν
ὅτι Ἰωάννης ὁ βαπτίστής ἠγήγερται
ἐκ νεκρῶν , καὶ διὰ τοῦτο ἐνεργοῦσιν
αἱ δυνάμεις ἐν αὐτῷ.
15 ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν·
ἄλλοι δὲ ἔλεγον ὅτι [..] εἷς τῶν προφητῶν.
16 ἀκούσας δὲ [.] Ἡρῴδης ἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα
οὗτος ἐκ νεκρῶν ἠγέρθη . 17 αὐτὸς γὰρ [.] Ἡρῴδης
ἀποστείλας ἐκράτησεν
τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν
καὶ ἔβαλεν εἰς φυλακῇ διὰ Ἡρῳδιάδα
τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ
ὅτι ἐγάμησεν αὐτὴν.
18 ἔλεγεν γὰρ [.]Ἰωάννης τῷ Ἡρῴδῃ
[.] Οὐκ ἔξεστίν σε ἔχειν αὐ—
τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 ἡ δὲ Ἡρῳδιὰς νῖχεν αὐτῷ
καὶ ἤθελεν ἀποκτεῖναι αὐτὸν,
καὶ οὐκ ἠδύνατο·
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην,
εἰδὼς αὐτὸν ἄνδρα δίκαιον
καὶ ἅγιον εἶναι, καὶ συνετήρει αὐτόν
καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει
καὶ ἡδέως αὐτοῦ ἤκουεν.
21 καὶ γενομένης δὲ ἡμέρας εὐκαίρου,
[.] Ἡρῴδης τοῖς γενεθλίοις αὐτοῦ
δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν [.]
καὶ τοῖς χιλιάρχοις
καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 καὶ εἰσελθούσης δὲ τῆς θυγατρὸς αὐτοῦ

Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης
τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις,
εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ·
Αἴτησόν με ὃ [.] θέλεις, καὶ δώσω σοι.
23 καὶ ὤμοσεν αὐτῇ πολλὰ εἰ τι ἂν με αἰτήσῃς
δώσω σοι καὶ τὸ ἥμεισυ τῆς βασιλείας μου.
24 δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς·
Τί αἰτήσομαι; ἡ δὲ εἶπεν·
Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
25 καὶ εἰσελθοῦσα [...] πρὸς τὸν βασιλέα [.] εἶπεν·
[..] δῷς μοι [.] ἐπὶ πίνακι ὧδε
τὴν κεφαλὴν Ἰωάνου τοῦ βαπτιστοῦ.
26 [.] περίλυπος γενόμενος ὁ βασιλεὺς,
ὡς ἤκουσεν, διὰ τοὺς ὅρκους
καὶ διὰ τοὺς συνανακειμένους
οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.
27 ἀλλὰ εὐθέως ἀποστείλας [..] σπεκουλάτωραν
ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.
28 δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν
ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν
[.] ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ,
καὶ τὸ κοράσιον ἔδωκεν [.] τῇ μητρὶ αὐτῆς.
29 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἦλθον
καὶ ἦραν τὸ πτῶμα αὐτοῦ,
καὶ ἔθηκαν αὐτὸ ἐν τῷ μνημείῳ.
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν,
καὶ ἀπήγγειλαν αὐτῷ πάντα,
ὅσα ἐποιήσαν καὶ ὅσα ἐδίδαξαν.
31 καὶ εἶπεν αὐτοῖς ὁ Ἰην· Δεῦτε ὑπάγωμεν [...]
εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον·
ἦσαν γὰρ οἱ ἐρχόμενοι
καὶ οἱ ὑπάγοντες πολλοί,
καὶ οὐδὲ φαγεῖν εὐκαίρως εἶχον.

32 καὶ ἀναβάντες εἰς τὸ πλοῖον
ἀπῆλθον εἰς ἔρημον τόπον κατ' ἰδίαν.
33 καὶ εἶδαν αὐτοὺς ὑπάγοντας,
καὶ ἐπέγνωσαν πολλοί,
καὶ πεζῇ ἀπὸ πάντων [.] πόλεων
συνέδραμον ἐκεῖ καὶ συνῆλθον αὐτοῦ [..].
34 Καὶ ἐξελθὼν καὶ εἰδὼν πολὺν ὄχλον ὁ Ἰης
[.] ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς, ὅτι ἦσαν ὡς πρόβατα
μὴ ἔχοντα ποιμένα
καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 ἤδη δὲ ὥρας πολλῆς γενομένης
προσελθόντες οἱ μαθηταὶ αὐτοῦ
λέγουσιν αὐτῶ ὅτι Ἔρημός ἐστιν [.] τόπος
[.] ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς,
ἵνα ἀπελθόντες εἰς τοὺς ἔγγιστα ἀγροὺς καὶ
εἰς τὰς κώμας ἵνα ἀγοράσωσιν ἑαυτοῖς
τί φάγειν . 37 Kαὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰης·
Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ·
Ἀπελθόντες ἀγοράσωμεν
διακοσίων δηναρίων ἄρτους
καὶ δώσωμεν αὐτοῖς φαγεῖν;
38 καὶ λέγει αὐτοῖς ὁ Ἰης· Πόσους ἄρτους ἔχετε;
ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσιν αὐτῷ·
Πέντε ἄρτους καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν ὁ Ἰης [.]
ἀνακλῖναι πάντας κατὰ τὴν συμπόσιαν
ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσον
πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
41 καὶ λαβὼν [.] πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας
ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν,
καὶ κατέκλασεν τοὺς πέντε ἄρτους
καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ
ἵνα παραθῶσιν κατέναντι αὐτῶν,
καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.

42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
43 καὶ ἦραν κλασμάτων
δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.
44 καὶ ἦσαν οἱ φαγόντες [..] πεντακισχίλιοι ἄνδρες.
45 Καὶ εὐθέως ἐξεγερθεὶς ἠνάγκασεν
τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον
καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν
πρὸς Βηθσαϊδάν,
αὐτὸς δὲ ἀπολύει τὸν ὄχλον· 46 καὶ ἀποταξάμενος
αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 καὶ ὀψίας γενομένης ἦν πάλαι τὸ πλοῖον
ἐν μέστ θαλάσσ,
καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους
καὶ ἐλαύνοντας· ἦν γὰρ ὁ ἄνεμος
ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν
τῆς νυκτὸς ἔρχεται ὁ Ἰης [..] περιπατῶν
ἐπὶ τῆς θαλάσσης,
καὶ ἠθέλεσεν παρελθεῖν αὐτούς.
49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα
ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι,
καὶ ἀνέκραξαν πάντες· 50 [...] καὶ ἐταράχθησαν·
καὶ [.] ἐλάλησεν πρὸς αὐτοὺς [.] λέγων [.]·
Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 καὶ ἀνέβη εἰς τὸ πλοῖον πρὸς αὐτοὺς,
καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ περισσῶς ἐν
ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον.
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις,
[.] ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη.
53 Καὶ διαπεράσαντες ἐκεῖθεν
ἦλθον ἐπὶ τὴν γῆν Γεννησὰρ [..].
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου
εὐθέως ἐπέγνωσαν αὐτὸν

55 περιεδραμόντες δὲ ὅλην τὴν περίχωρον
ἐκείνην [.] ἤρξαντο ἐπὶ [.] γραβάττοις
φέρειν πάντας τοὺς κακῶς ἔχοντας
περιέφερον γὰρ αὐτοὺς
ὅπου ἂν ἤκουσαν τὸν Ἰην εἶναι·
56 καὶ ποῦ ἂν εἰσεπορεύετο εἰς κώμας
ἢ εἰς ἀγροὺς ἢ εἰς τὰς πόλεις,
ἐν ταῖς πλατείαις ἐτίθουν τοὺς ἀσθενοῦντας
καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου
τοῦ ἱματίου αὐτοῦ ἅψωνται·
καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ, ἐσῴζοντο.