KATA MAPKON V, Codex Bezae Cantabrigiensis




1 Καὶ ἦλθον εἰς τὸ πέραν [..]
καὶ εἰς τὴν χώραν τῶν Γερασηνῶν.
2 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου,
εὐθέως ὑπήντησεν αὐτῷ ἄνθρωπος
ἐκ τῶν μνημείων ἐν πνεύματι ἀκαθάρτῳ,
3 ὃς εἶχεν τὴν κατοίκησιν ἐν τοῖς μνήμείοις,
καὶ οὐδὲ ἁλύσεσιν οὐκέτι οὐδεὶς αὐτὸν
ἐδύνατο δῆσαι, 4 ὅτι [.] πολλάκις αὐτὸν
δεδεμένον πέδαις καὶ ἁλύσεσιν
ἐν αἲς ἔδησαν διεσπακέναι
[..] καὶ τὰς πέδας συντετρῖφέναι,
καὶ μηδένα αὐτὸν ἴσχυεν δαμάσαι,
5[..] νυκτὸς δέ καὶ ἡμέρας ἐν τοῖς ὄρεσιν
καί ἐν τοῖς μνήμείοις καὶ ἦν κράζων
καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6 ἰδὼν δέ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν
ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ,
7 καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν·
Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου;
ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
8 ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰησοῦ· ἔξελθε τὸ πνεῦμα τὸ
ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9 καὶ ἐπηρώτα αὐτόν·
τί σοι ὄνομά ἐστιν; καὶ ἀπεκρίθη·
ἐστιν μοι ὄνομά λεγιὼν, ὅτι πολλοί ἐσμεν.
10 καὶ παρεκάλει αὐτὸν πολλὰ
ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.
11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων
[.] βοσκομένη· 12 καὶ παρεκάλου[ν αὐ]τὸν τὰ
δαιμόνια εἰπόντα· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους,
ἵνα εἰς αὐτοὺς ἀπέλθωμεν.
13 καὶ εὐθέως κύριος Ἰησους ἔπεμψεν αὐτοὺς
εἰς τοὺς χοίρους
. καὶ ἐξελθόντα τὰ πνεύματα
τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους,

καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ
εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι,
καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14 οἱ δὲ βόσκοντες αὐτοὺς ἔφυγον
καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς·
καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν
αὐτὸν, τὸν δαιμονιζόμενον καθήμενον
[.] ἱματισμένον καὶ σωφρονοῦντα, [...] ,
καὶ ἐφοβήθησαν. 16 διηγήσαντο δὲ αὐτοῖς
οἱ ἰδόντες πῶς ἐγένετο
αὐτῷ τῷ δαιμονιζομένῳ
καὶ περὶ τῶν χοίρων. 17 καὶ [.] παρεκάλουν αὐτὸν
ἵνα
ἀπέλθῃ ἀπὸ τῶν ὁρίων αὐτῶν.
18 καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον
ἤρξατο παρεκάλεῖν αὐτὸν
ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτοῦ .
19 ὀ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, καὶ εἶπεν αὐτῷ·
Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς
καὶ διαγγειλον αὐτοῖς ὅσα σοι ὁ Θεὸς ἐποίησεν
καὶ ὅτι ἠλέησέν σε. 20 καὶ ἀπῆλθεν
καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα
ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ [...] εἰς τὸ πέραν
πάλιν συνήχθη ὄχλος πολὺς
πρὸς αὐτόν [..] παρὰ τὴν θάλασσαν.
22 Καὶ ἔρχεται τις τῶν ἀρχισυναγώγων, [..],
καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ
23 παρακάλων αὐτὸν καὶ λέγων [.],
Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει
ἐλθέ ἆψαι αὐτῆς ἐκ τῶν χείρων σου,
ἵνα σωθῇ καὶ ζήσ. 24 καὶ ὑπῆγεν μετ' αὐτοῦ·
καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς,

καὶ συνέθλιβον αὐτόν.
25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος
ἔτη δώδεκα, 26 ἢ πολλὰ παθοῦσα ὑπὸ πολλῶν
ἰατρῶν καὶ δαπανήσασα τὰ [.] ἑαυτῆς πάντα,
καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον
ἐπὶ τὸ χεῖρον [.]. 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ,
ἐλθοῦσα ὄπισθεν καὶ ἥψατο τοῦ ἱματίου αὐτοῦ·
ἐν τῷ ὄχλῷ 28 λέγουσα ἐν ἑαυτῇ
ὅτι κἃν τοῦ ἱματίου ἐαυτοῦ
ἅψωμαι
, σωθήσομαι.
29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ
τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι
ὅτι ιαται ἀπὸ τῆς μάστιγος.
30 καὶ εὐθέως ἐπιγνοὺς καὶ ὁ Ἰησοῦς
[..] τὴν δύναμιν ἐξελθοῦσαν ἀπ᾽αὐτοῦ,
καὶ ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ εἶπεν·
Τίς ἥψατο τῶν ἱματίων μου;
31 οἱ δὲ μαθηταὶ αὐτοῦ λέγουσιν αὐτῷ·
Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε,
καὶ λέγεις· τίς μου ἥψατο;
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα,
διὸ πεποιήκει λάθρα εἰδυῖα ὃ γέγονεν
αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ
καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου
σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην,
καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται
ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες αὐτῷ
ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν·
τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
36 ὁ δὲ Ἰησοῦς ἀκούσας τοῦτον τὸν λόγον

[.] λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ,
μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν οὐδὲ ἕνα
παρακολουθῆσαι αὐτῷ εἰ μὴ Πέτρον καὶ
Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ.
38 καὶ ἔρχονται εἰς τν οἶκίαν τοῦ ἀρχισυναγώγου,
καὶ θεωρεῖ θόρυβον [.] κλαιόντων
καὶ ἀλαλαζόντων πολλά, 39 καὶ εἰσελθὼν
λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ τί κλαίετε;
τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
οἱ δέ κατεγέλων αὐτοῦ.
40 αὐτὸς δὲ ἐκβαλὼν τοὺς ὄχλους ἔξω
παραλαμβάνει τὸν πατέρα
καὶ τὴν μητέρα τοῦ παιδίου
καὶ τοὺς μετ' αὐτοῦ ὄντας.
καὶ εἰσπορεύετο ὅπου ἦν τὸ παιδίον,
41 καὶ κρατήσας τῆν χεῖρα τοῦ παιδίου
λέγει αὐτῇ· ῾Ραββί Θαβιθά, κοῦμι,
ὅ ἐστι μεθερμηνευόμενον,
Τὸ κοράσιον, σοὶ λέγω ἔγειρε.
42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον
καὶ περιεπάτει· ἦν δὲ ἐτῶν δώδεκα.
καὶ ἐξέστησαν πάντες ἐκστάσει μεγάλῃ.
43 καὶ διεστείλατο αὐτοῖς ἵνα [.] μηδεὶς γνοῖ
τοῦτο· καὶ εἶπεν δοῦναι αὐτῇ φαγεῖν.