KATA MAPKON IV, Codex Bezae Cantabrigiensis




1 - καὶ ἤρξατο πάλιν διδάσκειν πρὸς τὴν θάλασσαν
καὶ συνήχθη πρὸς αὐτὸν ὁ λαὸς πολύς
ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα
καθῆσθαι πέραν τῆς θαλάσσης καὶ πᾶς ὁ ὄχλος
πέραν τὴν θάλασσαν ἦν 2 καὶ ἐδίδασκεν αὐτοὺς
ἐν παραβολαῖς πολλαῖς καὶ ἔλεγεν αὐτοῖς
ἐν τῇ διδαχῇ αὐτοῦ ἀκούετε 3 ἰδοὺ
ἐξῆλθεν ὁ σπείρων [.] 4 καὶ [.] ἐν τῷ σπείραι
ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν
καὶ ἦλθαν τὰ πετεινὰ τοῦ οὐρανοῦ
καὶ κατέφαγαν αὐτό
5 καὶ ἄλλα ἔπεσαν ἐπὶ τὰ πετρώδη
καὶ ὅτι οὐκ εἶχεν γῆν πολλήν
καὶ εὐθὺς ἐξανέτειλεν
διὰ τὸ μὴ ἔχειν βάθος τὴν γῆν
6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθησαν
καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθησαν
7 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὰς ἀκάνθας
καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό
καὶ καρπὸν οὐκ ἔδωκεν
8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν
καὶ ἐδίδου καρπὸν

ἀναβαίνοντα καὶ αὐξανόμενον καὶ φέρει ἓν
τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
9 καὶ ἔλεγεν ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω
καὶ ὁ συνείων συνέιετω
10 καὶ ὅτε ἐγένετο κατὰ μόνας
ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ
τις ἡ παραβολὴ αὐτὴ

11 καὶ λέγει αὐτοῖς ὑμῖν δέδοται
γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ
ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς
[.] πάντα λέγεται 12 ἵνα βλέποντες βλέπωσιν
καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν
καὶ μὴ συνῶσιν μήποτε ἐπιστρέψωσιν
καὶ ἀφεθήσομαι αὐτοῖς τὰ ἁμαρτήματα
13 καὶ λέγει αὐτοῖς
οὐκ οἴδατε τὴν παραβολὴν ταύτην
καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθαι
14 ὁ σπείρων τὸν λόγον σπείρει
15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν
οἳς σπείρεται ὁ λόγος
καὶ ὅταν ἀκούσωσιν
εὐθέως ἔρχεται ὁ Σατανᾶς
καὶ ἀφέρει τὸν λόγον τὸν ἐσπαρμένον
ἐν ταῖς καρδίας αὐτῶν
16 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδης
σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τὸν λόγον
[.] μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν
17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς
ἀλλὰ πρόσκαιροί εἰσιν
εἶτα γενομένης θλίψεως καὶ διωγμοῦ
διὰ τὸν λόγον εὐθέως
σκανδαλισθήσονται 18 καὶ ἄλλοι εἰσὶν
οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι

οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες
19 καὶ αἱ μέριμναις τοῦ βίου
καὶ ἀπάται τοῦ κόσμου [....] εἰσπορευόμεναι
συμπνίγουσιν τὸν λόγον
καὶ ἄκαρποι γίνονται
20 καὶ οὗτοὶ εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν
σπαρέντες οἵτινες ἀκούουσιν τὸν λόγον
καὶ παραδέχονται καὶ καρποφοροῦσιν
ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν
21 καὶ ἔλεγεν αὐτοῖς μήτι ἅπτεται ὁ λύχνος
ἵνα ὑπὸ τὸν μόδιον τεθῇ
ἢ ὑπὸ τὴν κλίνην
καὶ οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ
22 οὐ γάρ ἐστιν κρυπτὸν ἀλλ᾽ ἵνα
φανερωθῇ οὐδὲ ἐγένετο ἀπόκρυφον
ἀλλ' ἵνα ἔλθῃ εἰς φανερόν
23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω
24 καὶ ἔλεγεν αὐτοῖς βλέπετε τ ἀκούετε
ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν
καὶ προστεθήσεται ὑμῖν
25 ὃς γὰρ ἂν ἔχει προστεθήσεται αὐτῷ
καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ
26 καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
ὡς ἄνθρωπος [.] σπόρον βάλῃ ἐπὶ τῆς γῆς
27 καὶ καθεύδῃ καὶ ἐγερθῇ νύκτα καὶ ἡμέραν
καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται
ὡς οὐκ οἶδεν αὐτός
28 ὅτι αὐτομάτη ἡ γῆ καρποφορεῖ
πρῶτον χόρτον εἶτα στάχυας
εἶτα πλήρης ὁ σῖτος ἐν τῷ στάχυϊ
29 καὶ ὅταν [.] παραδοῖ ὁ καρπός
εὐθέως ἀποστέλλει τὸ δρέπανον
ὅτι παρέστηκεν ὁ θερισμός 30 καὶ ἔλεγεν
τίνι
ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ

ἢ ἐν ποίᾳ παραβολῇ παραβάλῶμεν αὐτὴν
31 ὁμοία ἐστιν κόκκῳ σινάπεως
ὃ ὅτι ἂν σπαρῇ ἐπὶ τὴν γῆν μικρότερον ἐστιν
πάντων τῶν σπερμάτων ἅ εἰσιν ἐπὶ τῆς γῆς
32 [...] καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων
καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι
ὑπὸ τὴν σκιὰν αὐτοῦ
τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν
33 καὶ τοιαύταις πολλαῖς παραβολαῖς
ἐλάλει [.] τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς
κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν
αὐτάς 35 καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
ὀψίας γενομένης διέλθωμεν εἰς τὸ πέραν
36 καὶ ἀφίουσιν τὸν ὄχλον παραλαμβάνουσιν
αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ καὶ ἄλλαι δὲ
πλοῖα πολλαίσαν μετ' αὐτοῦ
37 καὶ ἐγένετο λαῖλαψ μεγάλη ἀνέμου
καὶ τὰ κύματα βαλλεν εἰς τὸ πλοῖον
ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον
38 καὶ ἦν αὐτὸς ἐν τῇ πρύμνῃ ἐπὶ
[.] προσκεφάλαιον καθεύδων
καὶ διεγείραντες αὐτὸν [.] λέγουσιν αὐτῷ
διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα
39 καὶ γερθεὶς ἐπετίμησεν
τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ εἶπεν
σιώπα καὶ φιμώθητι καὶ ἐκόπασεν ὁ ἄνεμος
καὶ ἐγένετο γαλήνη μεγάλη
40 καὶ εἶπεν αὐτοῖς τί δειλοί ἐστε
οὔπω ἔχετε πίστιν
41 καὶ ἐφοβήθησαν φόβον μέγαν
καὶ ἔλεγον πρὸς ἀλλήλους τίς ἄρα ἐστιν οὗτός
ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ.