KATA MAPKON III Codex Bezae Cantabrigiensis




1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν·
καὶ ἦν ἐκεῖ ἄνθρωπος ξηρὰν ἔχων τὴν χεῖρα.
2 καὶ παρετήρουντο αὐτὸν εἰ ἐν τοῖς σάββασιν
θεραπεύσει [.], ἵνα κατηγορήσουσιν αὐτόν.
3 καὶ λέγει τῷ ἀνθρώπῳ
τῷ ἔχοντι τὴν χεῖρα ἐξηραμμένην·
Ἔγειρε καὶ στήθει ἐν μέσ. 4 καὶ εἶπεν πρὸς
αὐτούς · Ἔξεστιν ἐν τοῖς σάββασιν
τι ἀγαθόν ποιῆσαι ἢ κακοποιῆσαι;
ψυχὴν σῶσαι μᾶλλον
ἢ ἀποκτεῖναι;
οἱ δὲ ἐσιώπων. 5 καὶ περιβλεψάμενος αὐτοὺς
μετ' ὀργῆς, συνλυπούμενος
ἐπὶ τῇ νεκρώσει τῆς καρδίας αὐτῶν,
λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου.
καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη
ἡ χεὶρ αὐτοῦ εὐθέως.
6 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι [.] μετὰ τῶν
Ἡρῳδιανῶν συμβούλιον ποιοῦντες κατ' αὐτοῦ,
ὅπως αὐτὸν ἀπολέσωσι.
7 ὁ δὲ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ
ἀνεχώρησε εἰς τὴν θάλασσαν·

καὶ πολὺς ὄχλος ἀπὸ τῆς Γαλιλαίας
[..] 8 καὶ [.] τῆς Ἰουδαίας 8 καὶ ἀπὸ Ἱεροσολύμων
καὶ [.] τῆς Ἰδουμέας καὶ οἱ πέραν τοῦ Ἰορδάνου
καὶ οἱ περὶ Τύρον
καὶ οἱ περὶ Σιδῶνα, πλῆθος πολύ,
ἀκούσαντες ἐποίει, ἦλθαν πρὸς αὐτόν.
9 καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον
προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον,
ἵνα μὴ θλίβωσιν αὐτόν πολλοί·
10 πολλοὺς γὰρ ἐθεράπευσεν,
ὥστε ἐπιπίπτειν ἐν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται
ὅσοι εἶχον μάστιγας· 11 καὶ [.] πνεύμα [.] ἀκάθαρτα,
ὅταν οὖν αὐτὸν ἐθεώρουν,
προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντες
[.] Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.
12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς
ἵνα μὴ αὐτὸν φανερὸν ποιῶσιν.
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται
οὓς ἤθελεν αὐτός, καὶ λθον πρὸς αὐτόν.
14 καὶ ἐποίησεν ἵνα ὦσι δώδεκα μετ' αὐτοῦ
καὶ ἵνα ἀποστέλῃ αὐτοὺς κηρύσσειν τὸ
εὐαγγέλιον
15 καὶ ἔδοκεν αὐτοὶς ἐξουσίαν
θεραπεύειν τὰς νόσους
καὶ ἐκβάλλειν τὰ δαιμόνια·
16 καὶ ἐπέθηκεν Σίμωνι ὄνομα Πέτρον,
17 καὶ τὸν Ἰάκωβον τοῦ Ζεβεδαίου
καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου·
καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργής,
ὅ ἐστιν υἱοὶ βροντῆς· 18 καὶ Ἀνδρέαν
καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον
καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου
καὶ Λεββαῖον καὶ Σίμωνα τ Καναναῖον
19 καὶ Ἰούδαν ΣκαριώΘ,

ὃς καὶ παρέδωκεν αὐτόν.
20 Καὶ εἰσέρχονται εἰς οἶκον· καὶ συνέρχεται
πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι [.]
μητὲ ἄρτους φαγεῖν. 21 καὶ ὄτε ἤκουσαν
περὶ αὐτοῦ οἱ γραμματεῖς καὶ οἱ λοιποί
ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ
ὅτι ἐξέσταται αὐτούς. 22 καὶ οἱ γραμματεῖς
οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον
ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι
τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 καὶ προσκαλεσάμενος αὐτοὺς
ἐν παραβολαῖς ἔλεγεν ὁ Κύριος Ἰησοῦς·
Πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλειν;
24 καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθῇ,
οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθῇ,
οὐ δύναται οἰκία ἐκείνη ἑστάναι.
26 καὶ ἐὰν ὁ σατανᾶς σατανᾶν ἐκβάλλει
μεμέρισται εφ᾽ἐαυτὸν, οὐ δύναται σταθῆναι,
ἡ βασιλεία αὐτοῦ ἀλλὰ τὸ τέλος ἔχει.
27 οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ
εἰσελθὼν εἰς τὴν οἰκίαν [.] διαρπάσαι,
ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ,
καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάζει.
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα
ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων
τὰ ἁμαρτήματα καὶ [.] βλασφημίαι
ὅσα ἂν βλασφημήσωσιν·
29 ὃς ἂν δέ τις βλασφημήσῃ
[.] τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν
[...] ἀλλὰ ἔνοχός ἔσται αἰωνίου ἁμαρτίας·
30 ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχειν.
31 καὶ ἔρχεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ,

καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν
φωνοῦντες αὐτόν. 32 καὶ ἐκάθητο πρὸς τὸν ὄχλον·
καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου
καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαι σου
ἔξω ζητοῦσί σε. 33 καὶ ἀπεκρίθη
αὐτοῖς λέγων· Τίς ἐστιν ἡ μήτηρ μου
ἢ ἀδελφοί [.] ; 34 καὶ περιβλεψάμενος
τοὺς κύκλῳ [..] καθημένους εἶπεν·
Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ,
οὗτος μου ἀδελφός καὶ ἀδελφή [.] καὶ μήτηρ ἐστίν.