KATA MARKON II Codex Bezae Cantabrigiensis




1 Καὶ εἰσελθών πάλιν εἰς Καπερναοὺμ
δι' ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστιν.
2 καὶ εὐθέως συνήχθησαν πολλοὶ,
ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν·
καὶ ἐλάλει πρὸς αὐτοὺς [.] λόγον.
3 καὶ ἔρχονται πρὸς αὐτὸν φέροντες παραλυτικὸν,
αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι
προσεγγίσαι ἀπὸ τοῦ ὄχλου,
ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν ὁ Ἰησοῦς,
καὶ [.] χαλῶσι τὸν κράβαττον ὅπου ἦν
ὁ παραλυτικὸς κατακεἰμενος.
5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν
λέγει τῷ παραλυτικῷ·
Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.

6 ἦσαν δέ τινες τῶν γραμματέων
ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι
ἐν ταῖς καρδίαις αὐτῶν λέγοντες
7 Τί οὗτος οὕτως λαλεῖ βλασφημεῖ;
τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ [.] ὁ Θεός;
8 καὶ [.] ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως
διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς·
Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτ[ικ]ῷ,
ἔγειρε ἆρον τὸν κράβαττόν σου
καὶ ὕπαγε εἰς τόν οἶκον σου
ἢ εἰπεῖν ἀφαίωνταί σοι αἱ ἁμαρτίαι
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι
ἁμαρτίας - λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω,
ἔγειρε [.] ἆρον τὸν κράβαττόν σου
καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ εὐθέως ἠγέρθη ,
καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον
πάντων, ὥστε ἐξίστασθαι πάντας
καὶ δοξάζειν τὸν Θεὸν καὶ λέγειν
ὅτι οὕτως οὐδέποτε εἴδαμεν.
13 Καὶ ἐξῆλθεν [.] παρὰ τὴν θάλασσαν· καὶ πᾶς [.]
ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 καὶ παράγων εἶδεν Ἰάκωβον τὸν τοῦ
Ἁλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον,
καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.
καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 Καὶ ἐγένετο κατακειμένων αὐτν
ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι
καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ
καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί,
οἱ καὶ ἠκολούθησαν αὐτῷ.
16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαίοι

καὶ εἶδαν αὐτὸν ἤσθιεν μετὰ τῶν ἁμαρτωλῶν
καὶ τῶν τελωνῶν καὶ ἔλεγον τοῖς μαθηταῖς
αὐτοῦ· Διατὶ ὅτι μετὰ τῶν ἁμαρτωλῶν
καὶ τῶν τελωνῶν ἐσθίει [..] ;
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει [.] · Οὐ χρείαν ἔχουσιν
οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·
οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου
καὶ οἱ Φαρισαῖoi νηστεύοντες.
καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ·
Διατί οἱ μαθηταὶ Ἰωάννου
καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν,
οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
19 καὶ εἶπεν αὐτοῖς [.]· Μὴ δύνανται οἱ υἱοὶ
τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος
μετ' αὐτῶν ἐστιν, νηστεύειν; [....]
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ
ἀπ᾽αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύ[σ]ουσιν
ἐν ἐκείνιῃ τῇ ἡμέρᾳ.
21 οὐδεὶς δὲ ἐπίβλημα ῥάκους ἀγνάφου
ἐπισυνρράπτει ἐπὶ ἱμάτιον παλαιόν·
εἰ δὲ μή, αἴρει τὸ πλήρωμα [.],
τὸ καινὸν ἀπὸ τοῦ παλαιοῦ,
καὶ χείρων σχίσμα γίνεται.
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον
εἰς ἀσκοὺς παλαιούς·
εἰ δὲ μή, ῥήζει ὁ οἶνος τοὺς ἀσκούς,
καὶ ὁ οἶνος [.] καὶ οἱ ἀσκοί ἀπολοῦνται·
[...] 23 Καὶ ἐγένετο πάλιν αὐτὸν ἐν τοῖς σάββασιν
διαπορεύεσθαι διὰ τῶν σπορίμων,
καὶ οἱ μαθηταὶ ἤρξαντο [..] τίλλειν τοὺς
στάχυας. 24 οἱ δὲ Φαρισαῖοι ἔλεγον [.]·
Ἴδε τί ποιοῦσιν οἱ μαθηταί σου

[.] τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν αὐτοῖς.
25 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐδέποτε
ἀνέγνωτε τί ἐποίησεν Δαυῒδ
ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν
αὐτὸς καὶ οἱ μετ' αὐτοῦ ὄντες
26 [.] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ [...]
καὶ τοὺς ἄρτους τῆς προσθέσεως ἔφαγεν,
καὶ ἔδωκεν καὶ τοῖς μετ αὐτοῦ οὖσιν
οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς
ἱερεῦσιν, 27 [...] λέγω δὲ ὑμῖν [...]·
28 [.] κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου
καὶ τοῦ σαββάτου.