Évangile de Marc, Codex Bezae Cantabrigiensis, chapitre XVI KATA MARKON Codex Bezæ Cantabrigiensis XVI

 


1 Καὶ [...] πορευθεῖσαι ἠγόρασαν ἀρώματα
ἵνα [.] αὐτόν  ἀλείψωσιν .
2 καὶ [.] ἔρχονται πρωῒ [.] μιᾷς [.] σαββάτου 
ἐπὶ τὸ μνημεῖον ἀνατελλοντος τοῦ ἡλίου.
3 καὶ ἔλεγον πρὸς ἑαυτοὺς· τί σημ[ε]ῖoν ἀποκαλύψει 
τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημ[ε]ίου;
4 ἦν γὰρ μέγας σφόδρα.
καὶ ἔρχονται καὶ εὐρίσκουσιν
ἀποκεκυλισμένον τὸν λίθον.

5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημ[ε]ῖον
νεανίσκον εἶδον καθήμενον
ἐν τοῖς δεξιοῖς
περιβεβλημένον στολὴν λευκήν,
καὶ ἐθάνβησαν.
6 Kαὶ λέγει αὐτοῖς ὁ ἄγγελος·
μὴ φοβεῖσθε· τὸν Ἰησοῦν ζητεῖτε

[..] τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε·
εἴδετε εκεῖ [.] τόποv αὐτοῦ ὅπου ἔθηκαν αὐτόν.
7 ἀλλὰ ὑπάγετε καὶ εἴπατε
τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ
ὅτι Ἰδοὺ προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν·
ἐκεῖ με ὄψεσθε, καθὼς εἴρηκα ὑμῖν.
8 Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου,
εἶχεν γὰρ αὐτὰς φόβος καὶ ἔκστασις·
καὶ οὐδενὶ οὐδὲν εἶπαν·
ἐφοβοῦντο γάρ. [...]
9 Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου
ἐφανέρωσεν πρώτοις Μαρίᾳ [.] Μαγδαληνῇ,
παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν αὐτοῖς
τοῖς μετ’ αὐτοῦ γενομένοις
πενθοῦσιν καὶ κλαίουσιν·
11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ
καὶ ἐθεάθη ὑπ’ αὐτῆς καὶ οὐκ ἐπίστευσαν αὐτῇ.
12 Καὶ μετὰ δὲ ταῦτα
δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν
ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ
πορευομένοις εἰς ἀγρόν·
13 κἀκεῖνοι ἀπελθόντες
ἀπήγγειλαν τοῖς λοιποῖς·
οὐδὲ ἐκείνοις ἐπίστευσαν.
14 Ὕστερον δὲ ἀνακειμένοις αὐτοῖς
τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν
τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν
ὅτι τοῖς θεασαμένοις αὐτὸν
ἐγηγερμένον οὐκ ἐπίστευσαν.
15 καὶ εἶπεν πρὸς αὐτούς·
πορευθέντες εἰς τὸν κόσμον [.]
καὶ κηρύξατε τὸ εὐαγγέλιον
---------------------------------------------
Page recopiée au IX siècle.

πάσῃ τῇ κτίσει. 16 ὅτι ὁ πιστεύσας
καὶ βαπτισθεὶς σωθήσεται,
ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
17 σημ[ε]ῖα δὲ τοῖς πιστεύσασιν
ταῦτα παρακολουθήσει·
ἐν τῷ ὀνόματί μου δαιμόνια
ἐκβαλλοῦσιν, γλώσσαις λαλήσωσιν
καιναῖς, 18 ὄφεις ἀροῦσιν
κἂν θανάσιμόν τι ποιῶσιν
οὐ μὴ αὐτοὺς βλάψῃ,
ἐπ’ ἀρρώστους χεῖρας ἐπιθήσουσιν
καὶ καλῶς ἕξουσιν.
19 Ὁ μὲν οὖν Κς [.] μετὰ τὸ
λαλῆσει αὐτοῖς ἀνελήμφθη
εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν
ἐκ δεξιῶν τοῦ Θῦ.
20 ἐκεῖνοι δὲ ἐξελθόντες
ἐκήρυξαν πανταχοῦ,
τοῦ Κυ συνεργοῦντος
καὶ τὸν λόγον βεβαιοῦντος
διὰ τῶν ἐπακολουθούντων σημ[ε]ίων.
᾽Αμήν.

εὐαγγέλιον κατὰ Μαρκον
ἐτελέσθη ·
ἄρχεται Πρᾶξις Ἀποστόλων ·

___________________________________

De la fin de la IIIème Épître de Jean,
v 11 à 15, subsiste un folio en latin
après l'Évangile de Marc.