Évangile de Marc, Codex Bezae Cantabrigiensis, chapitre XV KATA MARKON XV Codex Bezae Cantabrigiensis




1 Καὶ εὐθέως πρωῒ
συνβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς
μετὰ τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων
καὶ ὅλον τὸ συνέδριον·
καὶ δήσαντες τὸν Ἰην ἀπήγαγον
εἰς τὴν αὐλὴν καὶ παρέδωκαν Πιλάτῳ.
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος·
σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
καὶ ἀποκριθεὶς αὐτῷ λέγει· σὺ λέγεις.
3 καὶ κατηγοροῦσιν αὐτοῦ
οἱ ἀρχιερεῖς πολλά. 4 ὁ δὲ Πιλᾶτος
ἐπηρώτησεν αὐτὸν πάλιν λέγων·
οὐκ ἀποκρίνῃ οὐδέν;
ἴδε πόσα σου κατηγοροῦσιν.
5 ὁ δὲ Ἰης οὐκέτι οὐδὲν ἀπεκρίθη,
ὥστε θαυμάζειν τὸν Πιλᾶτον.

6 Κατὰ δὲ τὴν ἑορτὴν
ἀπέλυεν αὐτοῖς
ἕνα δέσμιον ὃν ἀν [.]ᾐτοῦντο.
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς
μετὰ τῶν στασιαστῶν δεδεμένος
οἵτινες ἐν τῇ στάσει πεποιήκεισαν φόνον.
8 καὶ ἀναβὰς ὅλος ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι αὐτὸν
καθὼς ἀεί ἐποίει αὐτοῖς.
9 ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς λέγει αὐτοῖς·
θέλετε ἀπολύσω [.] τὸν βασιλέα τῶν Ἰουδαίων;
10 ἤδει γὰρ ὅτι διὰ φθόνον
παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς.
11 οἱ δὲ ἀρχιερεῖς
έπεισαν τῷ ὄχλῳ ἵνα μᾶλλον
[.] Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12 ὁ δὲ Πιλᾶτος [.] ἀποκριθεὶς εἶπεν αὐτοῖς·
τί οὖν θέλετε ποιήσω [...] βασιλεῖ τῶν Ἰουδαίων;
13 οἱ δὲ ἔκραξαν πάλιν λέγοντες·
Σταύρωσον αὐτόν.
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς·
τί γὰρ κακόν ἐποίησεν;
οἱ δὲ περισσῶς ἔκραζον· σταύρωσον αὐτόν.
15 Ὁ δὲ Πιλᾶτος [...] ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν,
τὸν δὲἸησοῦν φλαγελλώσας παρέδωκεν
ἵνα σταυρωθῇ.16 Οἱ δὲ στρατιῶται
ἀπήγαγον αὐτὸν ἔσω εἰς τὴν αὐλὴν,
ὅ ἐστιν πραιτώριον,
καὶ [.]καλοῦσιν ὅλην τὴν σπεῖραν.
17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν
καὶ ἐπιτιθέασιν αὐτῷ [.]
ἀκάνθινον στέφανον·
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν·
χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων·

19 καὶ ἔτυπτον αὐτὸν καλάμῳ εἰς τὴν κεφαλὴν 
καὶ ἐνέπτυον αὐτῷ [...]. 20 Καὶ ὅτε [..] ἐξέδυσαν αὐτὸν
τὴν πορφύραν
καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [.]
καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν [.].
21 καὶ ἀνγαρεύουσιν  τὸν Σίμωνα
παράγοντά τὸν Κυρηναῖον
ἐρχόμενον ἀπ’ ἀγροῦ,
τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου,
ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22 Καὶ ἀγουσιν αὐτὸν ἐπὶ τόπον Γολγοθᾶ,
ὅ ἐστιν μεθερμηνευόμενον
Κρανίου Τόπος. 23 καὶ ἐδίδουν αὐτῷ πεῖν
ἐσμυρνισμένον οἶνον· καὶ οὐκ ἔλαβεν. 
24 Καὶ σταυρώσαντες αὐτὸν
διαμερίζονται τὰ ἱμάτια αὐτοῦ
βάλλοντες κλῆρον ἐπ’ αὐτὰ [...]
25 ἦν δὲ ὥρα τρίτη
καὶ ἐφύλασσον αὐτόν.
26 ἦν δὲ [.] ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ
ἐπιγεγραμμένη· Οὗτός ἐστιν
ὁ βασιλεὺς τῶν Ἰουδαίων.
27 Καὶ σὺν αὐτῷ σταυροῦνται δύο λῃστάς,
ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [. 28...].
29 Καὶ οἱ παράγοντες ἐβλασφήμουν αὐτὸν
κινοῦντες τὰς κεφαλὰς [.] καὶ λέγοντες·
οὐὰ ὁ καταλύων τὸν ναὸν
καὶ οἰκοδομῶν [.] τρισὶν ἡμέραις,
30 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.
31 [.] καὶ οἱ ἀρχιερεῖς ἐνπαίζοντες
εἰς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον·
ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
32 ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ

καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ,
ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.
καὶ οἱ συνεσταυρωμένοι [.]
ὠνείδιζον αὐτόν. 33 Καὶ γενομένης ὥρας ἕκτης
σκότος ἐγένετο
ἐφ’ ὅλην τῆς γῆς ἕως ὥρας ἐνάτης.
34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐφώνησεν [.] φωνῇ μεγάλῃ·
ηλει ηλει λαμ’αζαφθανι ;
ὅ ἐστιν μεθερμηνευόμενον·
ὁ θς μου ὁ θς μου εἰς τί ὠνείδισάς με ;
35 καί τινες τῶν παρεστώτων
ἀκούσαντες ἔλεγον· [.] Ἠλίαν φωνεῖ οὗτος.
36 καὶ δραμὼν εἰς καὶ πλήσας σπόγγον
ὄξους ἐπιθεὶς καλάμῳ [...]·
ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ
ἐσχίσθη εἰς δύο μέρη
ἀπ’ ἄνωθεν ἕως κάτω.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐκεῖ
οὕτως αὐτὸν κράξαντα καὶ ἐξέπνευσεν [.]·
ἀληθῶς οὗτος ὁ ἄνθρωπος θῦ υἱὸς ἦν.
40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι,
ἐν αἷς ἦν Μαρία [.] Μαγδαληνὴ
καὶ Μαρία [.] Ἰακώβου τοῦ μικροῦ
καὶ Ἰωσῆτος μήτηρ
καὶ Σαλώμη, 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ
ἠκολούθήσαν αὐτῷ καὶ [...] ἄλλαι πολλαὶ
αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης,
ἐπεὶ ἦν παρασκευὴ ὅ ἐστιν πρὶν [.]σάββατον,
43 ἦλθεν Ἰωσὴφ ἀπὸ Ἁριμαθίας
εὐσχήμων βουλευτής,

ὃς ἦν καὶ αὐτὸς προσδεχόμενος
τὴν βασιλείαν τοῦ Θῦ, τολμήσας [.]ἦλθεν
πρὸς [.] Πιλᾶτον καὶ ᾐτήσατο τὸ πτῶμα τοῦ Ἰηῦ.
44 ὁ δὲ Πιλᾶτος ἐθαύμαζεν εἰ ἤδη [εἰ] τεθνήκει
καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα
ἐπηρώτησεν αὐτὸν εἰ ἤδη τεθνήκει ·
45 καὶ γνοὺς παρὰ τοῦ κεντυρίωνος
ἐδωρήσατο τὸ πτῶμα αὐτοῦ τῷ Ἰωσήφ. 
46 Ὁ δὲ Ἰωσήφ ἀγοράσας σινδόνα
λαβὼν αὐτὸν
ἐνείλησεν εἰς τὴν σινδόνα
καὶ ἔθηκεν αὐτὸν ἐν τῷ μνημείῳ
ὃ ἦν λελατομημένον ἐκ τῆς πέτρας
καὶ προσκυλίσας λίθον
ἐπὶ τὴν θύραν τοῦ μνημείου καὶ ἀπῆλθεν.
47 ἡ δὲ Μαρία [.] Μαγδαληνὴ καὶ Μαρία Ἰακώβου
ἐθεάσαντο τὸν τόπον  ὀποῦ τέθειται.