Codex Bezae Cantabrigiensis, Mark, chapter XIV KATA MARKON XIV Codex Bezae Cantabrigiensis




1 Ἦν δὲ τὸ πάσχα [...] μετὰ β ἡμέρας.
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς
πῶς αὐτὸν [.] κρατήσαντες καὶ
ἀποκτείνωσιν·
2 ἔλεγον γάρ· Μήποτε ἐν τῇ ἐορτῇ ἔσται θόρυβος
τοῦ λαοῦ. 3 Καὶ ὄντος τοῦ Ἰηῦ ἐν Βηθανίᾳ
ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ
ἔχουσα ἀλάβαστρον μύρου [...]
καὶ θραύσασα τὸν ἀλάβαστρον
κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.
4 Οἱ δὲ μαθηταὶ αὐτοῦ διεπόνουντο καὶ ἔλεγον

εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου [.];
5 ἠδύνατο πραθῆναι τὸ μύρον τοῦτο
ἐπάνω χ τ καὶ δοθῆναι τοῖς πτωχοῖς·
καὶ ἐνεβριμῶντο ἐν αὐτῇ. 
6 Ὁ δὲ Ἰης εἶπεν αὐτοῖς· ἄφετε αὐτήν·
τί αὐτῇ κόπους παρέχετε;
καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.
7 πάντοτε γὰρ τοὺς πτωχοὺς
ἔχετε μεθ’ ὑμῶν καὶ ὅταν θέλητε
δύνασθε αὐτοῖς εὖ ποιεῖν,
ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 ὃ ἔσχεν αὔτη ἐποίησεν·
προέλαβεν μυρίσαι τὸ σῶμά μου
εἰς τὸν ἐνταφιασμόν.
9 ἀμὴν δὲ λέγω ὑμῖν,
ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον
εἰς ὅλον τὸν κόσμον,
καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται
εἰς μνημόσυνον αὐτῆς.
10 Καὶ Ἰούδας Σκαριὼθης εκ τῶν ιβ
ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς
ἵνα προδοῖ αὐτὸν [.]. 11οἱ δὲ [.] ἐχάρησαν
καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι.
καὶ ἐζήτει πῶς εὐκαίρως
αὐτὸν παραδοῖ. 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ
τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον,
λέγουσιν αὐτῷ οἱ μαθηταὶ [.]· ποῦ θέλεις
ἀπελθόντες ἑτοιμάσωμεν σοι
ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο
ἐκ τῶν μαθητῶν αὐτοῦ λέγων [.]
ὕπαγε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν
ἄνθρωπος κεράμιον ὕδατος βαστάζων·
ἀκολουθήσατε αὐτῷ 14 καὶ ὅπου ἂν εἰσέλθῃ

εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος
λέγει· ποῦ ἐστιν τὸ κατάλυμά μου
ὅπου [.] μετὰ τῶν μαθητῶν μου
φάγομαι τὸ πάσχα; 15 καὶ αὐτὸς ὑμῖν
δείξει ἀνάγαιον οἶκον ἐστρωμένον
μέγα ἕτοιμον· κακεῖ ἑτοιμάσατε ἡμῖν.
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ
καὶ ἦλθον εἰς τὴν πόλιν
καὶ ἐποίησαν καθὼς εἶπεν αὐτοῖς
καὶ ἡτοίμασαν τὸ πάσχα.
17 ὀψίας δὲ γενομένης ἔρχεται μετὰ τῶν ιβ.
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων
λέγει ὁ Ἰης · ἀμὴν λέγω ὑμῖν
ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
ὁ ἐσθίων μετ’ ἐμοῦ.
19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι
καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς· μήτι ἐγώ;
καὶ ἀλλὸς· μήτι ἐγώ; 20 ὁ δὲ λέγει αὐτοῖς·
εἷς ἐκ τῶν ιβ ὁ ἐμβαπτιζόμενος μετ’ ἐμοῦ
εἰς τὸ τρυβ[ά]λιον.
21[.]ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου παραδίδοται
καθώς ἐστιν γεγραμμένον περὶ αὐτοῦ,
οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’οὗ[.] παραδίδοται·
καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη
ὁ ἄνθρωπος ἐκεῖνος. 22 Καὶ ἐσθιόντων αὐτῶν
λαβὼν ἄρτον εὐλόγησεν
καὶ ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν·
λάβετε τοῦτ᾽ ἐστιν τὸ σῶμά μου.
23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας
ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 καὶ εἶπεν αὐτοῖς· τοῦτ᾽ ἐστιν τὸ αἷμά μου
τὸ τῆς διαθήκης

τὸ ὑπὲρ πολλῶν
ἐκχυννόμενον.
25 ἀμὴν λέγω ὑμῖν ὅτι [.] οὐ μὴ
προσθῶ πεῖν ἐκ τοῦ γεννήματος
τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης
ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θῦ.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 τότε λέγει αὐτοῖς ὁ Ἰης
ὅτι πάντες σκανδαλίσασθε,
ὅτι γέγραπται· πατάξω τὸν ποιμένα,
καὶ τὰ πρόβατα διασκορπισθήσονται.
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με
προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 ὁ δὲ
Πέτρος λέγει αὐτῷ·
καὶ ἐάν πάντες σκανδαλίσθωσιν
ἀλλ’ οὐκ ἐγώ οὐ σκανδαλισθήσομαι.
30 καὶ λέγει αὐτῷ ὁ Ἰης·
ἀμὴν λέγω σοι ὅτι [..] ταύτῃ τῇ νυκτὶ
πρὶν [..] ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.
31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει·
ἐὰν με δέῃ συναποθανεῖν σοι,
οὐ μή σε ἀπαρνήσομαι.
ὡσαύτως δὲ πάντες ἔλεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον
οὗ τὸ ὄνομα Γησαμανὶ καὶ λέγει αὐτοῖς·
καθίσατε ὧδε ἕως προσεύξoμαι.
33 καὶ παραλαμβάνει τὸν Πέτρον
καὶ Ἰάκωβον καὶ Ἰωάννην
μετ’ αὐτοῦ καὶ ἤρξατο
ἐκθαμβεῖσθαι καὶ ἀκηδεμονεῖν
34 τότε λέγει αὐτοῖς·
περίλυπός ἐστιν ἡ ψυχή μου
ἕως θανάτου· μείνατε ὧδε
καὶ γρηγορεῖτε. 35 καὶ προελθὼν μικρὸν

ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς
καὶ προσηύχετο εἰ δυνατόν ἐστιν
ἴνα παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα αὕτη,
36 καὶ ἔλεγεν· Αββα ὁ Πατήρ, δυνατά πάντα
σοι εἰσίν· παρένεγκε τοῦτο
τὸ ποτήριον ἀπ’ ἐμοῦ· ἀλλ’ οὐχ ἐγὼ θέλω
ἀλλ᾽ σὺ θέλεις. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς
καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ·
Σίμων, καθεύδεις; οὐκ ἴσχυσατε
μίαν ὥραν γρηγορῆσαι;
38 γρηγορεῖτε καὶ προσεύχεσθε,
[.] μὴ εἰσέλθητε εἰς πειρασμόν·
τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 
39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο. [...]
40 καὶ [.] ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας,
ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν
καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν
τί ἀποκριθῶσιν αὐτῷ. 41 Καὶ ἔρχεται τὸ τρίτον
καὶ λέγει αὐτοῖς· καθεύδετε [.] λοιπὸν
καὶ ἀναπαύεσθε· ἀπέχει [.] τὸ τέλος καὶ ἡ ὥρα·
ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου
εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42 ἐγείρεσθε ἄγωμεν·
ἰδοὺ ἤγγικεν ὁ παραδίδων με.
43 Καὶ [.] ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας
Σκαριώτης εἷς τῶν ιβ καὶ μετ’ αὐτοῦ
ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων
παρὰ τῶν ἀρχιερέων καὶ ἀπὸ τῶν γραμματέων
καὶ τῶν πρεσβυτέρων.
44 ἔδωκεν δὲ ὁ παραδιδοὺς αὐτὸν
σημεῖον [.] λέγων·
ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτὸν
καὶ ἀπάγετε αὐτὸν ἀσφαλῶς.

45 καὶ [..] προσελθὼν  λέγει αὐτῷ· ῥαββί, καὶ
κατεφίλησεν αὐτόν· 46 οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ
καὶ ἐκράτησαν αὐτόν. 47 καὶ τις [..] σπασάμενος
μάχαιραν ἔπαισεν τὸν δοῦλον
τοῦ ἀρχιερέως
καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
48 [.]Ὁ δὲἸησοῦς εἶπεν αὐτοῖς· [.] ἐπὶ λῃστὴν ἐξήλθατε
μετὰ μαχαιρῶν καὶ ξύλων συνλαβεῖν με·
49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς
ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με·
ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 
50 Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.
51 νεανίσκος δὲ τις ηκολούθει αὐτοὺς
περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ,
καὶ κρατοῦσιν αὐτόν· 52 ὁ δὲ καταλιπὼν
τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽αὐτῶν.
53 Καὶ ἀπήγαγον τὸν Ἰην
πρὸς τὸν ἀρχιερέα,
καὶ συνέρχονται [.] πάντες οἱ ἀρχιερεῖς
καὶ [.] γραμματεῖς καὶ [.] πρεσβύτεροι.
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ
ἕως [.] εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως
καὶ ἦν καθήμενος μετὰ τῶν ὑπηρετῶν
θερμαινόμενος πρὸς τὸ φῶς.
55 Οἱ δὲ ἀρχιερεῖς
καὶ ὅλον τὸ συνέδριον
ἐζήτουν κατὰ τοῦ Ἰηῦ μαρτυρίαν
ἴνα θανατώσουσιν αὐτόν,
καὶ οὐχ ηὕρισκον·
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν.
ἔλεγον κατ’ αὐτοῦ,
καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 καί ἄλλοι ἀναστάντες

ἐψευδομαρτύρουν καὶ ἔλεγον
κατ’ αὐτοῦ 58 ὅτι ἡμεῖς ἠκούσαμεν
αὐτοῦ λέγοντος
ὅτι ἐγὼ καταλύσω τὸν ναὸν [.]
τὸν χειροποίητον
καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀναστήσω
ἀχειροποίητον
. 59 καὶ οὐδὲ οὕτως
ἦν ἴση ἡ μαρτυρία αὐτῶν.
60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον
ἐπηρώτησεν τὸν Ἰην λέγων·
οὐκ ἀποκρίνῃ οὐδὲν; τί οὗτοί σου
καταμαρτυροῦσιν; 61 ἐκείνος δὲ ἐσειγᾷ
καὶ οὐδέν ἀπεκρίθη.
καὶ λέγει αὐτῷ ὁ ἀρχιερεὺς·
σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 ὁ δὲ Ἰης ἀπροκριθεὶς λέγει αὐτῷ· ἐγώ εἰμι,
καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου
ἐκ δεξιῶν καθήμενον [.] δυνάμεως [.]
μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 ὁ δὲ ἀρχιερεὺς
διαρρήξας τοὺς χιτῶνας αὐτοῦ καὶ λέγει·
τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
τί ὑμῖν δόκει; πάντες δὲ
κατέκριναν αὐτἔνοχον [.] θανάτου.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν [..]
τῷ προσώπῳ αὐτοῦ καὶ ἐκολάφιζον αὐτὸν
καὶ ἔλεγον αὐτῷ· προφήτευσον,
καὶ [.] ῥαπίσμασιν ἐλάμβανον  αὐτὸν.
66 Καὶ ὄντος τοῦ Πέτρου [.] ἐν τῇ αὐλῇ
ἔρχεται πρὸς αὐτὸν· μία τῶν παιδισκῶν
τοῦ ἀρχιερέως
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον

ἐμβλέψασα λέγει αὐτῷ· σὺ μετὰ τοῦ Ἰηῦ
τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων·
οὔτε οἶδα οὔτε [ἐπίσταμαι] τί λέγεις.
ἐξῆλθεν ἔξω εἰς τὴν προσαυλήν
καὶ ἀλέκτωρ ἐφώνησεν.
69 πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη
ὁ δὲ πάλιν ἠρνήσατο 70 καὶ ἤρξατο λέγειν
τοῖς παρεστήκοσιν ὅτι καὶ αὐτὸς ἐξ αὐτῶν ἐστιν.
Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστήκοτες
ἔλεγον [.]ἀληθῶς ἐξ αὐτῶν εἶ,
καὶ γὰρ Γαλιλαῖος εἶ. 71 ὁ δὲ ἤρξατο
ἀναθεματίζειν καὶ λέγειν
ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον [.] ὃν λέγετε.
72 καὶ εὐθες ἐκ δευτέρου
ἀλέκτωρ ἐφώνησεν. 
Καὶ ἀνεμνήσθη ὁ Πέτρος
τὸ ῥῆμα εἶπεν [.] Ἰης [...]
καὶ ἤρξατο κλαίειν.