Gospel of Mark Chapter XIII, codex Bez KATA MAPKON XIII, Codex Bezae Cantabrigiensis

 


1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ
λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ·
διδάσκαλε, ἴδε ποδαποὶ λίθοι

καὶ ποδαπαὶ οἰκοδομαί τοῦ ἱεροῦ.
2 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰης·
βλέπετε ταύτας τὰς μεγάλας οἰκοδομάς·
Ἀμὴν λέγω ὑμεῖν
ὅτι
οὐ μὴ ἀφεθῇ ὧδε λίθος
ἐπὶ λίθ ὃς οὐ μὴ καταλυθῇ
καὶ διὰ τριῶν ἡμερῶν
ἄλλος ἀναστήσεται ἄνευ χειρῶν.

3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν
κατέναντι τοῦ ἱεροῦ
ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν ὁ Πέτρος
καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 εἰπὸν ἡμῖν, πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον
ὅταν μέλλει πάντα ταῦτα συντελεῖσθαι ; 
5 καὶ ἄποκριθεὶς ὁἸησοῦς εἶπεν αὐτοῖς·
βλέπετε μή τις ὑμᾶς πλανήσει·
6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου
λέγοντες· ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 ὅταν δὲ ἀκούσητε πολέμους
καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε·
δεῖ γὰρ γενέσθαι, ἀλλὰ οὔπω τὸ τέλος.
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος
καὶ βασιλεία ἐπὶ βασιλείαν,
ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ λιμοί·
ἀρχὴ ὠδίνων ταῦτα.
9 εἶτα ὑμᾶς αὐτούς παραδώσουσιν 
εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε
καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων
σταθήσεσθε ἕνεκεν ἐμοῦ
εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα ἔθνη
πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον
ἐν πᾶσιν τοῖς ἔθνεσιν.
11 καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες,

μὴ προμεριμνᾶτε τί λαλήσητε,
ἀλλὰ ὃ ἂν δοθῇ ὑμεῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ
αὐτὸ λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς
οἱ λαλοῦντες ἀλλὰ τὸ Πνα τὸ ἅγιον. 
12 Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον
καὶ πατὴρ τέκνον,
καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς
καὶ θανατώσουσιν αὐτούς·
13 καὶ ἔσεσθε μισούμενοι
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
Ὁ δὲ ὑπομείνας εἰς τέλος
οὗτος σωθήσεται.
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα
τῆς ἐρημώσεως ἑστηκὸς ὅπου οὐ δεῖ,
ὁ ἀναγινώσκων νοείτω τὶ ἀναγινώσκει,
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν
εἰς τὰ ὄρη, 15 καὶ ὁ  ἐπὶ τοῦ δώματος
μὴ καταβάτω εἰς τὴν οἰκίαν
μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
16 καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω [.] ὀπίσω
ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις
καὶ ταῖς θηλαζόμεναις
ἐν ἐκείναις ταῖς ἡμέραις.
18 καὶ προσεύχεσθε
ἵνα μὴ  χειμῶνος γένωνται·
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις
οἵα οὐκ ἐγένοντο τοιαῦται
ἀπ’ ἀρχῆς κτίσεως [.] ἕως τοῦ νῦν
οὐδὲ μὴ γένωνται.
20 καὶ εἰ μὴ Κς ἐκολόβωσεν  τὰς ἡμέρας,
διὰ τοὺς ἐκλεκτοὺς αὐτοῦ
οὐκ ἂν ἐσώθη πᾶσα σάρξ

ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο
ἐκολόβωσεν τὰς ἡμέρας. 21 Καὶ τότε ἄν τις
ὑμῖν εἴπῃ· ἴδου ὧδε ὁ Χρς, ἴδε ἐκεῖ,
μὴ πιστεύετε·
22 ἐγερθήσονται γὰρ [.] ψευδοπροφῆται
καὶ ποιήσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ
ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.
23 ὑμεῖς δὲ βλέπετε·
ἰδοὺ προείρηκα ὑμῖν πάντα.
24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις
μετὰ τὴν θλῖψιν ἐκείνην
ὁ ἥλιος σκοτισθήσεται,
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 καὶ οἱ ἀστέρες  οἱ ἐκ τοῦ οὐρανοῦ
ἔσονται πίπτοντες, καὶ αἱ δυνάμεις
τῶν οὐρανῶν σαλευθήσονται.
26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου
ἐρχόμενον ἐπὶ  τῶν νεφέλῶν
μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους
καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς
ἐκ τῶν τεσσάρων ἀνέμων
ἀπ’ ἄκρων γῆς ἕως ἄκρου οὐρανοῦ.
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν·
ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται
καὶ ἐκφύῃ τὰ φύλλα ἐν αὐτῇ, γινώσκετε
ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
29 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε
πᾶντα ταῦτα γινόμενα,
γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 Ἀμὴν λέγω ὑμῖν
ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη
ἕως οὗ  πάντα ταῦτα γένηται.

31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται,
οἱ δὲ λόγοι μου οὐ  παρέλθωσιν.
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης
καὶ τῆς ὥρας οὐδεὶς οἶδεν,
οὐδὲ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ
οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 Βλέπετε οὖν, ἀγρυπνεῖτε·
οὐκ οἴδατε γὰρ πότε ὁ καιρός. 
34 Ὡς ἄνθρωπος ἀπόδημων
ἀφεὶς τὴν οἰκίαν αὐτοῦ
καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν
ἑκάστῳ τὸ ἔργον αὐτοῦ
καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ
πότε ὁ Κς τῆς οἰκίας ἔρχεται,
ὀψὲ ἢ μεσονύκτιον
ἢ ἀλεκτοροφωνίου ἢ πρωΐ,
36 μὴ ἐξελθὼν ἐξαίφνης
εὕρῃ ὑμᾶς καθεύδοντας.
37 ἐγὼ δὲ λέγω ὑμῖν γρηγορεῖτε.