Marc D05 ch 12 KATA MAPKON XII, Codex Bezae Cantabrigiensis




1 Καὶ ἤρξατο αὐτοῖς
ἐν παραβολαῖς λέγειν,
Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος,
καὶ περιέθηκεν φραγμὸν
καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον,
καὶ ἐξέδετο αὐτὸν τοῖς γεωργοῖς,
καὶ ἀπεδήμησεν.
2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς
τῷ καιρῷ δοῦλον, ἵνα ἀπό τοῦ καρποῦ
τοῦ ἀμπελῶνος δώσωσιν αὐτῷ.

3 καὶ λαβόντες αὐτὸν ἔδειραν
καὶ ἀπέστειλαν κενόν πρὸς αὐτόν.
4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς
ἄλλον δοῦλον: καὶ ἐκεῖνον ἐκεφαλίωσαν
καὶ ἠτίμασαν.
5 καὶ ἄλλον ἀπέστειλεν δοῦλον,
κἀκεῖνον ἀπέκτειναν,
καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες
ἄλλους δὲ ἀποκτέννοντες.
6 ἔτι οὖν ἕνα ἔχων, υἱὸν ἀγαπητόν·
κἀκεῖνον ἀπέστειλεν  ἔσχατον λέγων
ὅτι  τὸν υἱόν μου ἐντραπήσονται.
7 οἱ δὲ γεωργοὶ  εἶπαν πρὸς ἑαυτοὺς
Οὗτός ἐστιν ὁ κληρονόμος·

δεῦτε ἀποκτείνωμεν αὐτόν,
καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8 καὶ λαβόντες αὐτόν ἀπέκτειναν,
καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9 τί οὖν ποιήσει ὁ Κς τοῦ ἀμπελῶνος;
ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς,
καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε,
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρὰ Κυ ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ
ἐν ὀφθαλμοῖς ἡμῶν.
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι,
καὶ ἐφοβήθησαν τὸν ὄχλον,
ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς
τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν
ἀπῆλθαν. 13 Καὶ ἀποστέλλουσιν τινας
τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν
ἵνα αὐτὸν παγιδεύσωσιν λόγῳ.
14 καὶ ἐπηρώτων αῦτόν οἱ Φαρισαῖοι·
Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ
καὶ οὐ μέλει σοι περὶ οὐδενός·
οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων,
ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θῦ διδάσκεις·
εἰπὲ οὖν ἡμῖν εἰ ἔξεστιν ἡμᾶς δοῦναι
ἐπικαιφάλαιον Καίσαρι ἢ οὔ; [...]; 
15 Ὁ δὲ Ἰης εἰδών αὐτῶν τὴν ὑπόκρισιν
εἶπεν αὐτοῖς· τί με πειράζετε;
φέρετέ μοι δηνάριον ἵνα ἴδω.
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς·
τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
εἶπαν αὐτῷ· Καίσαρος.
17 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν·

ἀπόδοτε τὰ τοῦ Καίσαρος τῷ Καίσαρι
καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐθαυμάζοντο ἐπ’ αὐτόν.
18 Καὶ ἔρχονται  πρὸς αὐτόν Σαδδουκαῖοι,
οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι,
καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
19 Διδάσκαλε, Μωϋσῆς ἡμῖν ἔγραψεν·
Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ
καὶ ἔχῃ γυναῖκα καὶ  τέκνα μὴ ἀφῇ,
ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ
καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 ἦσαν οὖν παρ᾽ἐμῖν ἑπτὰ ἀδελφοὶ ·
καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀπέθανεν
καὶ οὐκ ἀφῆκεν σπέρμα·
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανεν
καὶ οὐδὲ αῦτὸς οὐκ ἀφῆκεν σπέρμα· [...]
22 καὶ ὠσαύτως ἔλαβον αὐτὴν οἱ ἑπτὰ
καὶ οὐκ ἀφῆκαν σπέρμα.
καὶ ἡ γυνὴ ἀπέθανεν.
23 ἐν τῇ ἀναστάσει οὖν [...]
τίνος αὐτῶν ἔσται ἡ γυνή;
οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 
24 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν αὐτοῖς ·
οὐ διὰ τοῦτο πλανᾶσθε
μὴ γινώσκοντες τὰς γραφὰς
μηδὲ τὴν δύναμιν τοῦ Θῦ οἴδατε;
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστήσουσιν
οὐ γαμοῦσιν οὔδε γαμίζουσιν,
ἀλλὰ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται
οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως
ἐπὶ τῆς βάτου ὠς εἶπεν αὐτῷ ὁ Θς λέγων·
ἐγὼ Θς Ἀβραὰμ καὶ  Θς Ἰσὰκ καὶ Θς Ἰακώβ ;
27 οὐκ ἔστιν Θς νεκρῶν ἀλλὰ ζώντων·

ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων
ἀκούσας αὐτῷ συζητούντων,
καὶ ἰδὼν ὅτι καλῶς  αὐτοῖς ἀπεκρίθη
ἐπηρώτησεν αὐτόν λέγων· Διδάσκαλε
ποία ἐστὶν ἐντολὴ πρώτη ;
29 ἀποκριθεὶς δὲ ὁ Ἰης  εἶπεν αὐτῷ·
πάντων πρώτη · ἄκουε, Ἰστραήλ,
Κς ὁ Θς ἡμῶν Κς εἷς ἐστιν,
30 καὶ ἀγαπήσεις Κν τὸν Θν σου
ἐξ ὅλης καρδίας σου
καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
[...] καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
31 δευτέρα δὲ ὁμοία ταύτη·
ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
μείζων τούτων  ἐντολὴ ἄλλη οὐκ ἔστιν. 
32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς·
καλῶς εἶπες  Διδάσκαλε, ἐπ’ ἀληθείας
ὅτι εἷς ἐστιν ὁ Θς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ·
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας
καὶ ἐξ ὅλης τῆς δυνάμεως
καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ
καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς σεαυτὸν
πλεῖον ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων
καὶ θυσιῶν.
34 καὶ ὁ Ἰης ἰδὼν  ὅτι νουνεχῶς ἀπεκρίθη
εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ
ἀπὸ τῆς βασιλείας τοῦ Θῦ. 
Καὶ οὐδεὶς ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς
διδάσκων ἐν τῷ ἱερῷ εἶπεν·
πῶς λέγουσιν οἱ γραμματεῖς
ὅτι ὁ Χς υἱὸς Δαυίδ ἐστιν;

36 Καὶ αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ·
λέγει κύριος τῷ Κῳ μου· κάθου ἐκ δεξιῶν μου,
ἕως θήσω τοὺς ἐχθρούς σου
ὑποκάτω τῶν ποδῶν σου.
37 αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον,
καὶ πόθεν  ἐστιν υἱός αὐτοῦ; Καὶ πολὺς ὄχλος
καὶ ἡδέως αὐτοῦ ἤκουεν  .
38 Ὁ δὲ δίδασκων ἄμα ἔλεγεν αὐτοῖς·
βλέπετε ἀπὸ τῶν γραμματέων
καὶ τῶν τελωνῶν ἐν στολαῖς περιπατεῖν
καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς ποιεῖσθαι
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
40 καὶ κατεσθίουσιν οἰκίας  χηρῶν
καὶ ὀρφανῶν προφάσει μακρὰ
προσευχόμενοι· οὗτοι λήμψονται
περισσότερον κρίμα.
41 Καὶ κατέναντι τοῦ γαζοφυλακίου
καθεζόμενος ὁ Ἰης ἐθεώρει πῶς ὁ ὄχλος [...]
ἔβαλλον πολλά  42 ἐλθοῦσα δὲ ἅμα χήρα
ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ
εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν
ὅτι ἡ χήρα  ἡ πτωχὴ αὕτη
πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων
εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ οὗτοι
ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον,
αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς
πάντα ὅσα εἶχεν ἔβαλεν
ὅλον τὸν βίον αὐτῆς.