
1 Καὶ ὅτε ἤγγιζεν εἰς Ἱεροσόλυμα
[..] καὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν,
ἀποστέλλει β τῶν μαθητῶν αὐτοῦ
2 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην
τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως
εἰσπορευόμενοι [.] εὑρήσετε πῶλον
δεδεμένον ἐφ’ ὃν οὐδεὶς [.] ἀνθρώπων
κεκάθικεν λύσαντες αὐτὸν καὶ ἀγάγετε.
3 καὶ ἀν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον ;
εἴπατε ὄτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει,
καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4 Καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον
πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου
καὶ λύουσιν αὐτόν.
5 καί τινες τῶν ἐκεῖ ἑστηκότων
ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 οἱ δὲ εἶπον καθὼς εἰρήκει αὐτοῖς ὁ Ἰης,
καὶ ἀφῆκαν αὐτούς.
7 Καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰην
καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτοῦ,
καὶ κατίζει ἐπ’ αὐτόν.
8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν
ἔστρώνυον εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας
ἐκόπτον ἐκ τῶν δενδρῶν.
καὶ ἐστρώννυον τὴν ὁδόν
9 καὶ οἱ προσάγοντες καὶ οἱ ἀκολουθοῦντες
ἔκραζον λέγοντες· [.] εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυ·
10 καὶ εὐλογημένη ἡ ἐρχομένη
βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ·
ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 Καὶ εἰσελθὼν εἰς (Ἱ)εροσόλυμα
καὶ εἰς τὸ ἱερὸν καὶ περιβλεψάμενος πάντα,
ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν
εἰς Βηθανίαν μετὰ τῶν ιβ μαθητῶν.
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντα ἀπὸ Βηθανίας
ἐπείνασεν. 13 καὶ ἰδὼν ἀπὸ μακρόθεν
συκῆν ἔχουσαν φύλλα ἦλθεν εἴδειν ἐὰν τι
ἐστιν ἐν αὐτῇ, καὶ μηδὲν εὑρὼν εἰ μὴ φύλλα·
οὐ γὰρ ἦν ὁ καιρὸς σύκων.
14 ἀποκριθεὶς εἶπεν αὐτῇ·
μηκέτι εἰς τὸν αἰῶνα
ἐξ οὗ μηδεὶς καρπὸν φάγῃ.
καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15 Καὶ εἰσελθὼν εἰς Ἱεροσόλυμα.
Καὶ ὅτε ἦν ἐν τῷ ἱερῷ
ἤρξατο ἐκβάλλειν ἐκεῖθεν
τοὺς πωλοῦντας καὶ ἀγοράζοντας
ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν
καὶ τὰς καθέδρας τῶν πωλούντων
τὰς περιστερὰς [.] 16 καὶ οὐκ ἤφιεν
ἵνα τις διενέγκῃ τι διὰ τοῦ ἱεροῦ.
17 καὶ ἐδίδασκεν λέγων αὐτοῖς· γέγραπται
ὁ οἶκός μου οἶκος προσευχῆς
κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν;
ὑμεῖς δὲ εποιήσατε αὐτὸν
σπήλαιον λῃστῶν.18 Καὶ ἤκουσαν
οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς
ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν·
ἐφοβοῦντο γὰρ αὐτόν,
ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο
ἐπὶ τῇ διδαχῇ αὐτοῦ.19 Καὶ ὅτε ὀψὲ ἐγένετο,
ἐξεπορεύετο ἐκ τῆς πόλεως.
20 Καὶ παραπορευόμενοι τὸ πρωῒ
εἶδον τὴν συκῆν ἐξηραμμένην
ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος
λέγει αὐτῷ· Ῥαββί, ἰδοὺ ἡ συκῆ ἣν κατηράσω
ἐξηράνθη. 22 καὶ ἀποκριθεὶς ὁ Ἰης λέγει αὐτοῖς·
εἰ ἔχετε πίστιν τοῦ θεοῦ, 23 ἀμὴν λέγω ὑμῖν
[.]ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ·
ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,
καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ
ἀλλὰ πιστεύσῃ τὸ μέλλον ὃ ἂν εἴπῃ
γενήσεται αὐτῷ. 24 διὰ τοῦτο λέγω ὑμῖν,
πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε,
πιστεύετε ὅτι λήμψεσθε, καὶ ἔσται ὑμῖν.
25 Καὶ ὅταν στήκετε προσευχόμενοι,
ἀφίετε εἴ τι ἔχετε κατά τινος,
ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ὢν ἐν τοῖς οὐρανοῖς
ἀφήσει ὑμῖν τὰ παραπτώματα [.].
26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε,
οὐδὲ ὁ πατὴρ ὑμῶν
ὁ ἐν οὐρανοῖς ἀφήσει ὑμῖν
τὰ παραπτώματα ὑμῶν.
27 Καὶ ἔρχεται πάλιν εἰς Ἱεροσόλυμα.
καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ
ἔρχονται πρὸς αὐτὸν
οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς
καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ 28 καὶ λέγουσιν αὐτῷ·
ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; [...]
29 Ὁ δὲ Ἰης ἀπόκριθεις εἶπεν αὐτοῖς·
ἐπερωτήσω ὑμᾶς κάγὼ
ἕνα λόγον ἀποκρίθητέ μοι
καὶ ἐγῶ λέγω ὑμῖν
ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
30 τὸ βάπτισμα τὸ Ἰωάννου
ἐξ οὐρανῶν ἦν ἢ ἐξ ἀνθρώπων;
ἀποκρίθητέ μοι.
31 Καὶ διελογίζοντο πρὸς ἑαυτοὺς
λέγοντες· τι εἴπωμεν· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ,
λέγει ὑμῖν · διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 έὰν εἴπωμεν· ἐξ ἀνθρώπων,
φοβοῦμεν τὸν λαόν· πάντες γὰρ ἤδεισαν
τὸν Ἰωάννην ὅτι ἀλητῶς προφήτης ἦν.
33 Καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰηῦ οὐκ οἴδαμεν.
ἀποκριθεὶς ὁ Ἰης λέγει αὐτῷ·
οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐίς ποίᾳν ἐξουσίαν
ταῦτα ποιῶ.