KATA MAPKON X, Codex Bezae Cantabrigiensis




1 Καὶ ἐκεῖθεν [ἀν]αστὰς
ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας
πέραν τοῦ Ἰορδάνου, καὶ συνέρχεται
πάλιν ὁ ὄχλος πρὸς αὐτόν,  ὡς εἰώθι
καὶ πάλιν ἐδίδασκεν αὐτούς 2 καὶ  ἐπηρώτων
αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ
γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·
τί ὑμεῖν ἐ[νε]τείλατο [Μ]ωϋσῆς; 4 οἱ δὲ εἶπαν·
ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου
δοῦναὶ γράψαι καὶ ἀπολῦσαι.
5 Καὶ ἀποκριθείς ὁ Ἰης εἶπεν [.]
πρὸς τὴν σκληροκαρδίαν ὑμῶν
ἔγραψεν Μωϋσῆς τὴν ἐντολὴν ταύτην.
6 ἀπὸ δὲ ἀρχῆς [.] ἄρσεν καὶ θῆλυν
ἐποίησεν ὁ Θς καὶ εἶπεν·
7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος
τὸν πατέρα  καὶ τὴν μητέρα αὐτοῦ
καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα
αὐτοῦ, 8 καὶ ἔσονται οἱ β εἰς σάρκα μίαν·
ὥστε οὐκέτι εἰσὶν β ἀλλὰ μία σάρξ.
9 ὃ [.] ὁ θεὸς [.]έζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10 Καὶ εἰ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ αὐτοῦ
περὶ τοῦ αὐτοῦ λόγου
ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς·
ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ
καὶ  ἄλλην γαμήσῃ μοιχᾶται ἐπ’ αὐτήν·
12 καὶ ἐὰν γυνὴ ἐξέλθῃ ἀπὸ τοῦ ἄνδρος
καὶ  ἄλλον γαμήσῃ μοιχᾶται.
13 Καὶ προσέφερον αὐτῷ παιδία

ἵνα  ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ αὐτοῦ
ἐπετίμων τοῖς προσφέρουσιν.
14 ἰδὼν δὲ ὁ Ἰης ἠγανάκτησεν
καὶ εἶπεν αὐτοῖς· ἄφεται τὰ παιδαρία
ἔρχεσθαι πρός με, μὴ κωλύεται αὐτά,
τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θῦ.
15 ἀμὴν λέγω ὑμεῖν, ὃς ἂν μὴ δέξηται
τὴν βασιλείαν τοῦ [θῦ] ὡς παιδίον,
οὐ μὴ  εἰς αὐτήν εἰσελεὐσεται.
16 καὶ προσκαλεσάμενος αὐτὰ
[.] ἐτίθει τὰς χεῖρας ἐπ’ αὐτά.
καὶ εὐλόγει αὐτά
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν
προσδραμὼν εἷς καὶ γονυπετῶν αὐτὸν
ἠρώτα αὐτόν λέγων· διδάσκαλε ἀγαθέ,
τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
18 ὁ δὲ Ἰης εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν;
οὐδεὶς ἀγαθὸς εἰ μὴ μόνος εἷς [.] Θς.
19 τὰς ἐντολὰς οἶδας·
μὴ μοιχεύσῃς μὴ φονεύσῃς, μὴ κλέψῃς,
μὴ ψευδομαρτυρήσεις,
μὴ ἀποστερήσεις,
τείμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
20 ὁ δὲ ἀποκριθείς εἷπεν αὐτῷ·
διδάσκαλε,  πάντα ταῦτα ἐφύλαξα
ἐκ νεότητός μου. 
21Ὁ δὲ Ἰης ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν
καὶ εἶπεν αὐτῷ· ἕν σοι ὑστερεῖ·
ὕπαγε, ὅσα ἔχεις πώλησον
καὶ δὸς τοῖς πτωχοῖς,
καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ,
καὶ δεῦρο ἀκολούθει μοι. 22 ὁ δὲ ἐστύγνασεν
ἐπὶ τούτῳ τῷ λόγῳ καὶ ἀπῆλθεν λυπούμενος·

ἦν γὰρ ἔχων  πολλά κρήματα.
23 Καὶ περιβλεψάμενος ὁ Ἰης λέγει τοῖς μαθηταῖς
αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα
ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θῦ
εἰσελεύσονται.  25 τ[ακ]εἷον [.] κάμηλος
διὰ τρυμαλίδος  ῥαφίδος διελεύσεται
ἢ πλούσι[ος εἰς] τὴν βασιλείαν τοῦ Θῦ

24 οἱ δὲ μαθηταὶ αὐτοῦ
ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ.
ὁ δὲ Ἰης πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς,
Τέκνα, πῶς δύσκολόν ἐστιν
τους πεποίτοτας ἐπὶ τοῖς κρήμασιν
εἰς τὴν βασιλείαν τοῦ Θῦ εἰσελθεῖν:
26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες
πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι;
27 ἐνβλέψας δὲ αὐτοῖς ὁ Ἰης λέγει·
παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον ἐστιν,
[.] παρὰ δὲ τῷ Θῷ δύνατον [...].
28 Καὶ ἤρξατο  [.]Πέτρος λέγειν αὐτῷ·
εἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα
καὶ ἠκολουθήκαμέν σοι. 29 ἀποκριθεὶς δὲ ὁ Ἰης·
ἀμὴν λέγω ὑμεῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν
[.] ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα
[.] ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ
ἢ ἕνεκα τοῦ εὐαγγελίου, 30 ὅς ἂν μὴ λάβῃ
ἑκατονταπλασίονα [.] ἐν τῷ καιρῷ τούτῳ
ὅς δὲ ἄφηκεν οἰκείαν καὶ ἀδελφὰς
καὶ ἀδελφοὺς καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς
μετὰ διωγμοῦ, ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ
ζωὴν αἰώνιον λήμψεται.
31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι
καὶ ἔσχατοι πρῶτοι.
32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες

εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰης,
καὶ ἐθαμβοῦντο, [...] καὶ παραλαβὼν πάλιν τοὺς ιβ
ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ
συμβαίνειν 33 ὅτι ἰδοὺ ἀναβαίνομεν
εἰς Ἱεροσόλυμα,
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται
τοῖς ἀρχιερεῦσιν καὶ [.] γραμματεῦσιν,
καὶ κατακρινοῦσιν αὐτὸν θανάτου
καὶ παραδώσουσιν αὐτὸν
τοῖς ἔθνεσιν 34 καὶ ἐμπεξουσιν αὐτῷ
καὶ ἐμπτύχουσιν αὐτῷ
[...], καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος
καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου
καὶ λέγουσι αὐτῷ· διδάσκαλε,
θέλομεν [..] ὃ ἅν  σε ἐρωτήσωμέν
ποιήσῃς ἡμῖν.
36 ὁ δὲ λέγει αὐτοῖς· [...] ποιήσω ὑμῖν;
37 καὶ εἶπαν αὐτῷ· δὸς ἡμῖν
ἵνα εἷς  ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων
καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 ὁ δὲ Ἰης ἀποκριθεὶς εἶπεν αὐτοῖς·
οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον
ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα
ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39 οἱ δὲ εἶπαν [.] δυνάμεθα. ὁ δὲ Ἰης εἶπεν αὐτοῖς·
τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε
καὶ τὸ βάπτισμα
ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,
40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων
οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
41 [.] ἀκούσαντες οἱ λοίποι ·ι· ἤρξαντο ἀγανακτεῖν
περὶ τοῦ Ἰακώβου καὶ Ἰωάννου.

42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰης
λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες
ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν
αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν
κατεξουσιάζουσιν αὐτῶν.
43 οὐχ οὕτως [.] ἐστιν ἐν ὑμῖν,
ἀλλ’ ὃς ἂν θέλῃ μέγας  ἐν ὑμῖν εἰναι
ἔσται ὑμῶν διάκονος,
44 καὶ ὃς ἂν θέλῃ ὑμῶν εἶναι πρῶτος
ἔσται ὑμῶν δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου
οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι
καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ
λύτρον ἀντὶ πολλῶν.46 Καὶ ἔρχεται
εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ
[.]ἐκεῖθεν μετὰ τῶν μαθητῶν αὐτοῦ
καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου
Βαριτειμίας , τυφλὸς [.] , ἐκάθητο παρὰ τὴν ὁδόν.
ἐπετῶν 47 καὶ ἀκούσας ὅτι Ἰης ὁ Ναζορηνός
ἐστιν ἤρξατο κράζειν καὶ λέγειν·
υἱὸς Δαυὶδ Ἰηῦ, ἐλέησόν με.
48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ·
ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὸς Δαυίδ, ἐλέησόν με.
ἐλέησόν με  49 καὶ στὰς ὁ Ἰης
εἶπεν·  αὐτόν φωνήθηναι.
οἱ δὲ λέγουσιν τῷ τυφλῷ·
θάρσει, ἔγειρε, φωνεῖ σε.
50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ
ἀναπηδήσας ἦλθεν πρὸς αὐτόν.
51καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰης εἶπεν·
τί  θέλεις ποιήσω σοι; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ·
κε ραββεί, ἵνα ἀναβλέψω. 52 ὁ δὲ Ἰης εἶπεν αὐτῷ·
ὕπαγε, ἡ πίστις σου σέσωκέν σε.
καὶ εὐθέως ἀνέβλεψεν

καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.