Evangile de Marc selon le codex Bezae Cantabrigiensis, chapitre I KATA MARKON I Codex Bezae Cantabrigiensis




1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ θεοῦ.
2 [.]ὼς γέγραπται ἐν [.] Ἠσαΐᾳ τῷ προφήτῃ,
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου
πρὸ προσώπου σου, ὃς κατασκευάσει
τὴν ὁδόν σου [..]: 3 φωνὴ βοῶντος ἐν τῇ
ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Kυρίου,
εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ὑμῶν
4 ἐγένετο Ἰωάννης [..] ἐν τῇ ἐρήμῳ βαπτίζων
καὶ κηρύσσων βάπτισμα μετανοίας
εἰς ἄφεσιν ἁμαρτιῶν.
5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία
χώρα καὶ οἱ Ἱεροσολυμεῖται πάντες,
καὶ ἐβαπτίζοντο ἐν [.] Ἰορδάνῃ [.] ὑπ' αὐτοῦ
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 ἦν δὲ [.] Ἰωάννης ἐνδεδυμένος δέρρην καμήλου [...]
καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
7 καὶ ἔλέγεν αὐτοῖς,[..] 8 ἐγὼ μεν ὑμᾶς
βαπτίζω ἐν ὕδατι,
ἔρχεται δὲ ὀπίσω μου ὁ ἰσχυρότερός μου
οὗ οὐκ εἰμὶ ἱκανὸς [.] λῦσαι τὸν ἱμάντα
τῶν ὑποδημάτων αὐτοῦ

καὶ αὐτὸς ὑμᾶς βαπτίζει ἐν πνεύματι ἁγίῳ.
9 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις
ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας
καὶ ἐβαπτίσθη εἰς τν Ἰορδάνην ὑπὸ Ἰωάννου.
10 καὶ [.] ἀναβαίνων ἐκ τοῦ ὕδατος
εἶδεν ἠνυγμένους τοὺς οὐρανοὺς
καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον
εἰς αὐτόν: 11 καὶ φωνὴ [.] ἐκ τῶν οὐρανῶν,
Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
12 Καὶ εὐθέως τὸ πνεῦμα τὸ ἅγιον ἐκβάλλει αὐτὸν
εἰς τὴν ἔρημον. 13 καὶ ἦν ἐν τῇ ἐρήμῳ ἡμέρας μ
καὶ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ,

καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι
διηκόνουν αὐτῷ. 14 καὶ μετὰ τὸ παραδοθῆναι
τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν
κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ θεοῦ
15 καὶ λέγων ὅτι Πεπλήρωνται ὁι καιρο
καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ:
μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας
εἶδεν τὸν Σίμωνα καὶ Ἀνδρέαν
τὸν ἀδελφὸν αὐτοῦ ἀμφιβάλλοντας
τὰ δίκτυα ἐν τῇ θαλάσσῃ: ἦσαν γὰρ ἁλειεῖς.
17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου,
καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
18 καὶ εὐθέως ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ.
19 Καὶ προσβὰς ὀλίγον εἶδεν Ἰάκωβον
τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ,
καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας
τὰ δίκτυα, 20 καὶ εὐθέως ἐκάλεσεν αὐτούς.
καὶ ἀφέντες τὸν πατέρα αὐτῶν
Ζεβαιδέον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν
ἠκολούθησαν αὐτ. 21 Καὶ εἰσεπορεύοντο
εἰς Καφαρναούμ. καὶ εὐθέως τοῖς σάββασιν
εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν αὐτοὺς.
22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ,
ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν
ἔχων [.] οὐχ ὡς οἱ γραμματεῖς.
23 καὶ [.] ἦν ἐν τῇ συναγωγῇ [.] ἄνθρωπος
ἐν πνεύματι ἀκαθάρτῳ, καὶ νέκραξεν 24 λέγων,
Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηναί;
ἦλθες ἀπολέσαι ἡμᾶς;
οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
25 καὶ ἐπετίμησεν αὐτῷ [..] λέγων, Φιμώθητι
καὶ ἔξελθε ἐκ τοῦ ἀνθρώπου, πνεῦμα ἀκάθαρτον

26 καὶ ἐξῆλθεν τὸ πνεῦμα τὸ ἀκάθαρτον
σπαράξας αὐτὸν καὶ κράξας φωνῇ μεγάλῃ
ἐξῆλθεν ἀπ᾿ αὐτοῦ. 27 καὶ ἐθαμβήσαν [.]_παντες,
ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας,[..] Τίς
διδαχὴ ἐκείνη ἡ καινὴ αὕτη ἡ ἐξουσία
ὅτι καὶ τοῖς πνεύμα[σι] τοῖς ἀκαθάρτοις ἐπιτάσσει,
καὶ ὑπακούουσιν αὐτῷ.
28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς
[.] εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 ἐξελθὼν δὲ [.] ἐκ τῆς συναγωγῆς
ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος
καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάνου.
30 κατέκειτο δὲ ἡ πενθερὰ Σίμωνος πυρέσσουσα,
καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
31 καὶ προσελθὼν ἐκτείνας τὴν χεῖρα
κρατήσας ἤγειρεν αὐτὴν καὶ εὐθέως
ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυσεν ὁ ἥλιος,
ἔφεροσαν πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας
νόσοις ποικίλαις καὶ τοὺς δαιμονιζομένους:
33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη
πρὸς τὴν θύραν αὐτοῦ. 34 καὶ ἐθεράπευσεν αὐτοὺς
[...] καὶ τοὺς δαιμόνια ἔχοντας [.] ἐξέβαλεν αὐτὰ,
ἀπ᾿ αὐτῶν καὶ οὐκ ἤφιεν αὐτὰ λαλεῖν
ὅτι ᾔδεισαν αὐτόν. καὶ ἐθεράπευσεν πολλοὺς
κακῶς ἔχοντας ποικίλαις νόσοις
καὶ δαιμόνια πολλὰ ἐξέβαλεν

35 Καὶ πρωῒ ἔννυχα λίαν [.] ἐξῆλθεν
καὶ ἀπῆλθεν εἰς τὸν ἔρημον τόπον
καὶ ἐκεῖ προσηύξετο. 36 καὶ κατεδίωξαν αὐτὸν
τὸ (τε) Σίμων καὶ οἱ μετ' αὐτοῦ,
37 καὶ ὅτε εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ
ὅτι Πάντες ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς, Ἄγωμεν

[.] εἰς τὰς ἐνγὺς κώμας καὶ εἰς τὰς πόλεις,
ἵνα κάκεῖ κηρύξω: εἰς τοῦτο γὰρ ἐξελήλυθα.
39 καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν
εἰς ὅλην τὴν Γαλειλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς ἐρωτῶν αὐτὸν
καὶ λέγων [..] Ἐὰν θέλεις δύνασαί με καθαρίσαι.
41 καὶ ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ
ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι:
42 καὶ εὐθέως ἀπῆλθεν ἀπ' αὐτοῦ ἡ λέπρα,
καὶ ἐκαθαρίσθη. 43 καὶ ἐνεβρισάμενος αὐτῷ
εὐθὺς ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ,
Ορα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε δεῖξον σεαυτὸν
τῷ ἱερεῖ καὶ προσένενκε περὶ τοῦ καθαρισμοῦ σου
ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν [.]
καὶ διαφημίζειν τὸν λόγον,
ὥστε μηκέτι [.] δύνασθαι φανερῶς εἰσελθεῖν
εἰς πόλιν , ἀλλ ἔξω ἐν ἐρήμοις τόποις ἦν:
καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.