KATA ΛΟΥΚΑΝ ΙΧ, Codex Bezae Cantabrigiensis




1 Συγκαλεσάμενος δὲ
τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν
καὶ ἐξουσίαν ἐπὶ πᾶσαν δαιμόνιον
καὶ νόσους θεραπεύειν, 2 καὶ ἀπέστειλεν
αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θῦ
καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς, 3 καὶ εἶπεν πρὸς αὐτούς,
Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον
μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον,
μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε,
ἐκεῖ μένετε κακεῖθεν ἐξέρχεσθε.
5 καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς,
ἐξερχόμενοι ἐκ τῆς πόλεως ἐκείνης
ἐκτεινάξατε τὸν κονιορτὸν [.] τῶν ποδῶν ὑμῶν
εἰς μαρτύριον ἐπ' αὐτούς.
6 ἐξερχόμενοι δὲ [.] κατὰ πόλεις καὶ ἤρχοντο
εὐαγγελιζόμενοι καὶ θεραπεύοντες
πανταχοῦ. 7 Ἀκούσας δὲ Ἡρῴδης
ὁ τετράρχης τὰ γινόμενα [..] ἠπορεῖτο
διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι
Ἰωάνης ἐκ νεκρῶν ἀνέστη,
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη,
ἄλλοι
δὲ ὅτι προφήτης [.] τῶν ἀρχαίων
ἀνέστη. 9 εἶπεν δὲ Ἡρῴδης, ὅτι

Ἰωάνην ἐγὼ ἀπεκεφάλισα: τίς δέ
ἐστιν οὗτος περὶ οὗ ἐγὼ ταὺτα ἀκούω;
καὶ ἐζήτει  αὐτόν ἰδεῖν. 10 Καὶ ὑποστρέψαντες
οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα
ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς
ἀνε
χώρησεν κατ' ἰδίαν εἰς κώμην
λεγομένην
Βηδσαϊδά. 11 οἱ δὲ ὄχλοι
γνόντες ἠκολούθησαν αὐτῷ. καὶ
ἀποδεξάμενος αὐτοὺς ἐλάλει
αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θῦ,
καὶ τοὺς χρείαν ἔχοντας θεραπείας
αὐτοῦ πάντας ἰᾶτο.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν: προσελθόντες δὲ
οἱ δώδεκα εἶπαν αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον,
ἵνα πορευθέντες εἰς τὰς κύκλῳ
κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσιν [...]
ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς
φαγεῖν. οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡμῖν
πλέον ἢ πέντε ἄρτοι  καὶ δύο ἰχθύες ,
εἰ μήτι 
ἡμεῖς πορευθέντες  ἀγοράσωμεν
εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 ἦσαν γὰρ ἄνδρες ὡςπεντακισχίλιοι.
εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ,
Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ
πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτως
[...] 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς
δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν
προσηύξατο καὶ εὐλόγησεν ἐπ᾿αὐτοὺς
[..] καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι
τοῖς ὄχλοῖς. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν
πάντες, καὶ ἤρθη τὸ περίσσευμα [.] τῶν
κλασμάτων κόφινοι δεκαδύο.

18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς κατὰ μόνας [.] 
συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν  
αὐτοὺς λέγων, Τίνα με λέγουσιν
οἱ ὄχλοι εἶναι; 19 οἱ δὲ ἀποκριθέντες
εἶπαν, Ἰωάνην τὸν βαπτιστήν,
ἄλλοι δὲ Ἠλίαν ἢ ἕνα τῶν προφήτων [...]
20 εἶπεν δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με
λέγετε εἶναι;   ἀποκριθεὶς  δὲ Πέτρος
εἶπεν, Τὸν Χριστὸν Υἱὸν τοῦ Θῦ. 21 Ὁ δὲ ἐπιτιμήσας
αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου
πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι
ὑπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων
καὶ γραμματέων καὶ ἀποκτανθῆναι
καὶ μεθ᾿ἡμέρας τρεῖς ἀναστῆναι.
23Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει
ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω
ἑαυτὸν [.....], καὶ ἀκολουθείτω μοι.
24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι,
ἀπολέσει αὐτήν: ὃς δ' ἂν ἀπολέσῃ
τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ,
οὗτος σώσει αὐτήν. 25 τί γὰρ ὠφελεῖ
ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον
ἑαυτὸν δὲ ἀπολέσαιζημιωθῆναι;
26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ ἐμὲ καὶ τοὺς ἐμοὺς [.],
τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται,
ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ
καὶ τῶν ἁγίων ἀγγέλων. 27 λέγω δὲ
ὑμῖν ὅτι ἀληθῶς, εἰσίν τινες
τῶν ὥδε ἑστώτων οἳ οὐ μὴ γεύσωνται
θανάτου ἕως ἂν ἴδωσιν  τὸν υἱὸν
τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ
 .
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους

ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν
Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάνην
ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν
ἡ ἰdέα τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη
καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ,
[.],ν δὲ Μωϋσῆς καὶ Ἠλίας, 31 οἳ ὀφθέντες ἐν δόξῃ
ἔλεγον δὲ   τὴν ἔξοδον αὐτοῦ ἣν μέλλει
πληροῦν εἰς Ἰερουσαλήμ. 32 ὁ δὲ Πέτρος
καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ:
διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ
καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρισϑῆναι αὐτοὺς
ἀπ' αὐτοῦ εἶπεν ὁ Πέτρος τῷ Ἰηῦ, Ἐπιστάτα,
καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι,[.] θέλεις
ποιήσω ὧδε τρεῖς σκηνὰς , μίαν σοὶ
καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ,
μὴ εἰδὼς λέγει.
34  ταῦτα δὲ αὐτοῦ λέγοντος
ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς:
ἐφοβήθησαν δὲ ἐν τῷ έκείνους
εἰσελθεῖν  εἰς τὴν νεφέλην. 35 καὶ φωνὴ ἦλθεν
ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου
ἀγαπητός ἐν ᾧ ηὐδόκησα, ἀκούετε αὐτοῦ .
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη
Ἰης μόνος. αὐτοὶ δὲ ἐσίγησαν καὶ οὐδενὶ
ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις [.]
ὧν ἐθέασαν[το]. 37 Ἐγένετο δὲ διὰ τῆς ἡμέρας
κατελθόντα αὐτὸν ἀπὸ τοῦ ὄρους συνελθεῖν
αὐτῷ ὄχλον πολύν. 38 καὶ ἰδοὺ ἀνὴρ
ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, Διδάσκαλε,
δέομαί σου ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου,
ὅτι μονογενής μοί ἐστιν, 39 [.]  λαμβάνει γὰρ

αὐτόν [.] ἐξαίφνης 
πνεῦμα [.], καὶ ῥήσσει
καὶ σπαράσσει [.] μετὰ ἀφροῦ καὶ μόγις
ἀποχωρεῖ ἀπ' αὐτοῦ καὶ συντρίβει αὐτόν:
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα
ἀπαλλάξωσιν αὐτόν, καὶ οὐκ ἠδυνήθησαν.
41 ἀποκριθεὶς δὲ ὁ Ἰης εἶπεν, Ὦ γενεὰ
ἄπιστε καὶ διεστραμμένη, ἕως πότε ἔσομαι
πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν;
προσένεγκε [.] τὸν υἱόν σου. 42 ἔτι δὲ
προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν
τὸ δαιμόνιον καὶ συνετάραξεν:
ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ  ἀκαθάρτῳ
πνεύματι, καὶ ἄφηκεν αὐτὸν  καὶ
ἀπέδωκεν τὸν παῖδα τῷ πατρὶ αὐτοῦ.
43 πάντες δὲ ἐξεπλήσσοντο   ἐπὶ τῇ
μεγαλειότητι τοῦ Θῦ. Πάντων δὲ
θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει
εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,
44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους
τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου
μέλλει παραδίδοσθαι εἰς χεῖρας
ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα
τοῦτο, καὶ ἦν κεκαλυμμένον ἀπ' αὐτῶν
ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο
ἐπερωτῆσαι [.] περὶ τοῦ ῥήματος τούτου.
46 [....], τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 ὁ δὲ Ἰης ἰδὼν τὸν διαλογισμὸν  αὐτῶν
τῆς καρδίας ἐπιλαβόμενος παιδίον
ἔστησεν παρ' ἑαυτόν, 48 καὶ εἶπεν [.], Ὃς ἂν
δέξηται  τὸ παιδίον τοῦτο ἐπὶ τῷ
ὀνόματί μου ἐμὲ δέχεται, καὶ [...] τὸν
ἀποστείλαντά με: ὁ γὰρ μικρότερος
ἐν πᾶσιν ὑμῖν [.] οὗτός ἔσται μέγας.

49 Ἀποκριθεὶς δὲ Ἰωάνης εἶπεν, Ἐπιστάτα,
εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου
ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν
αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ' ἡμῶν.
50 εἶπεν δὲ [.] ὁ Ἰης, Μὴ κωλύετε αὐτὸν ,
ὃς γὰρ οὐκ ἔστιν καθ' ὑμῶν ὑπὲρ ὑμῶν
ἐστιν. 51 Ἐγένετο δὲ ἐν τῷ πληροῦσθαι
τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ
καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξεν
τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου
αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον
εἰς κώμην Σαμαριτῶν, ὥστε ἑτοιμάσαι
αὐτῷ: 53καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι
τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον
εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ
αὐ
τοῦ Ἰάκωβος καὶ Ἰωάνης εἶπον,
Κε, θέλεις εἴπωμεν πῦρ καταβῆναι
ἐκ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;
ὡς καὶ Ἠλείας  ἐποίησεν; 55 στραφεὶς δὲ
ἐπετίμησεν αὐτοῖς.  καὶ εἶπεν
Οὐκ  οἴδατε  ποίου πνεύματός ἐστε
;
56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Καὶ ἐγένετο πορευομένων αὐτῶν
ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν,
Ἀκολουθήσω σοι ὅπου ἂν ὑπάγεις.
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰης, Αἱ ἀλώπεκες φωλεοὺς
ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου
οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 Εἶπεν δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι.
ὁ δὲ εἶπεν, [.] ἐπίτρεψόν μοι  πρῶτον
ἀπελθόντα
θάψαι τὸν πατέρα μου.

60  δὲ εἶπεν αὐτῷ, Ἄφες τοὺς νεκροὺς
θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ
πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ Θῦ.
61 Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, Κε:
ἐπίτρεψον δὲ μοι πρῶτον   ἀποτάξασθαι
τοῖς εἰς [.] οἶκόν μου. 62 ὁ δὲ Ἰης εἶπεν αὐτῷ ,
Οὐδεὶς εἰς τὰ ὀπίσω βλέπων καὶ  ἐπιβαλλὼν
τὴν χεῖρα ἐπ' ἄροτρον ,   εὔθετός ἐστιν 
εἰς τὴν βασιλείαν τοῦ Θῦ.