KATA ΛΟΥΚΑΝ VIII Codex Bezae Cantabrigiensis

 


1 - Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς
διώδευεν κατὰ πόλιν καὶ κώμην
κηρύσσων καὶ εὐαγγελιζόμενος
τὴν βασιλείαν τοῦ Θῦ, καὶ οἱ .ιβ. μετ᾿ αὐτοῦ,
2 καὶ γυναῖκές τινες αἳ ἦσα[ν] τεθεραπευμέναι
ἀπὸ πνευμάτων πονηρῶν καὶ
ἀσθενειῶν, Μαρία ἡ καλουμένη
Μαγδαληνή, ἐξ ἧς .ζ. δαιμόνια  ἐξεληλύθει,

3 καὶ Ἰωάνα γυνὴ Χουζᾶ ἐπιτρόπου
Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί,
αἵτινες καὶ διηκόνουν αὐτοῖς ἐκ τῶν
ὑπαρχόντων αὐτῶν. 4 Συνελθόντος  
δὲ ὄχλου πολλοῦ καὶ τῶν τὴν πόλιν
ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν
[.]παραβολν τοιαύτην πρὸς αὐτούς,
5 Ἐξῆλθεν ὁ σπείρων  σπεῖραι τὸν σπόρον
αὐτοῦ. καὶ ἐν τῷ σπείρειν [,] ὃ μὲν ἔπεσεν
παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ
πετεινὰ [..] κατέφαγεν αὐτό. 6 καὶ ἄλλο
πεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη
διὰ τὸ μὴ ἔχειν ἰκμάδα. 7 καὶ ἄλλο
ἔπεσεν [.] μέσον τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι
 αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 καὶ ἄλλο
ἔπεσεν έπὶ τὴν γῆν τὴν ἀγαθήν, καὶ καλήν
καὶ φυὲν καὶ ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.
ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα
ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ  τὸ, τίς εἴη
ἡ παραβολή αὕτη  . 10  ὁ δὲ εἶπεν, Ὑμῖν
δέδοται τὰ μυστήρια τῆς βασιλείας τοῦ Θῦ,
γνῶναι  τοῖς δὲ λοιποῖς
ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ ἴδωσιν
καὶ ἀκούοντες μὴ συνιῶσιν. 11Ἔστιν δὲ
αὕτη ἡ παραβολή: Ὁ σπόρος ἐστὶν ὁ λόγος
τοῦ Θῦ. 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν
οἱ ἀκολουθοῦντες ων  ἔρχεται ὁ διάβολος
καὶ αἴρει  ἀπὸ τῆς καρδίας αὐτῶν,τὸν λόγον
ἵνα μὴ, πιστεύσαντες, σωθῶσιν. 13 οἱ δὲ
ἐπὶ τὴν πέτραν οἳ ὅταν ἀκούσωσιν μετὰ
χαρᾶς δέχονται τὸν λόγον, καὶ [.] ῥίζαν
οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν

καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν
οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν
[.] πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι
συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
15 τὸ δὲ εἰς  τὴν καλὴν γῆν, οὗτοί εἰσιν
οἵτινες ἐν καρδίᾳ [.] ἀγαθῇ ἀκούσαντες
τὸν λόγον τοῦ Θῦ κατέχουσιν καὶ
καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν
σκεύει ἢ ὑποκάτω τῆς κλίνης τίθησιν,
ἀλλὰ ἐπὶ τὴν λυχνίαν τίθι  ἵνα οἱ εἰσ-
πορευόμενοι βλέπωσιν τὸ φῶς.
17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν ἔσται,
οὐδὲ ἀπόκρυφον ἀλλὰ ἵνα γνωσθῇ
καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν
πῶς ἀκούετε: ὃς γὰρ ἂν  ἔχῃ,
δοθήσεται αὐτῷ,
καὶ ὃς ἂν μὴ ἔχῃ, ἀρθήσεται
ἀπ' αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν . 19 Παρεγένετο δὲ
πρὸς αὐτὸν ἡ μήτηρ  αὐτοῦ καὶ οἱ ἀδελφοὶ 
αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν
αὐτῷ διὰ τὸν ὄχλον. 20 ἀπηγγέλη δὲ αὐτῷ,
ὅτι Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου
ἔξω
ἑστήκασιν  ζητοῦντες  σε. 21 ὁ δὲ
ἀποκριθεὶς εἶπεν [.] αὐτοῖς, μήτηρ μου καὶ οἱ
ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θῦ
ἀκούοντες καὶ ποιοῦντες. 22 Ἐγένετο δὲ
ἐν μιᾷ τῶν ἡμερῶν [.] ἁναβῆναι αὐτὸν
εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ,
καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν
εἰς τὸ πέραν τῆς λίμνης: καὶ ἀνήχθησαν.
23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν.
καὶ κατέβη λαῖλαψ ἀνέμου πολλὴ

εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο
καὶ ἐκινδύνευον. 24 προσελθόντες δὲ
διήγειραν αὐτὸν λέγοντες, Κε, Κε , ἀπολλύμεθα.
ὁ δὲ  γερθεὶς ἐπετίμησεν
τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι [..] καὶ ἐπαύσαντο,
καὶ ἐγένετο γαλήνη. 25 εἶπεν δὲ αὐτοῖς,
Ποῦ στιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ
ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους,
Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις
ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 κατέπλευσαν δὲ εἰς τὴν χώραν τῶν
Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς
Γαλιλαίας. 27 καὶ ἐξῆλθον   ἐπὶ τὴν γῆν καὶ
ὑπήντησέν αὐτῷ ἀνήρ [.] ἐκ τῆς πόλεως
ὃς εἶχεν δαιμόνια ἀπό χρόνων ἱκανῶν
ὃς ἱμάτιον οὐκ ἐνεδιδύσκετο , καὶ
ἐν οἴκῳ οὐκ ἔμενεν ἀλλ' ἐν τοῖς
μνήμείοις.
28 ἰδὼν δὲ τὸν Ἰην ἀνέκραξεν [..] 
φωνῇ μεγάλῃ [καὶ] εἶπεν,
Τί ἐμοὶ καὶ σοί, [.] υἱὲ [..] τοῦ ὑψίστου; δέομαί σου,
μή με βασανίσῃς. 29 ἔλεγεν  γὰρ τῷ
δαιμονίῳ τῷ ἀκαθάρτῳ ξελθε ἀπὸ τοῦ
ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις
συνηρπάκει αὐτόν,  ἐδεσμεῖτο  γὰρ
ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος,
καὶ διέρησσε τὰ δεσμὰ, ἠλαύνετο γὰρ
ὑπὸ τοῦ δαιμονίου εἰς τὴν ἔρημον.
30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων,
Τί  σοι  ὄνομά  ἐστιν; ὁ δὲ εἶπεν, Λεγιών
ὄνομά μοιπολλὰ γὰρ ἦσαν  δαιμόνια.
31 παρεκάλουν δὲ [.] ἵνα μὴ ἐπιτάξῃ
αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων [.] βοσκομένη

ἐν τῷ ὄρει: [.] παρεκάλουν δὲ αὐτὸν
ἵνα εἰς τοὺς χοίρους εἰσέλθωσιν:
ὁ δὲ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ
τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου
ὥρμησαν εἰς τοὺς χοίρους,
ὥρμησαν δὲ ἡ ἀγέλη κατὰ τοῦ
κρημνοῦ εἰς τὴν λίμνην
καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες
τὸ γεγονὸς ἔφυγαν καὶ ἀπήγγειλαν
εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35 παραγενομένων δὲ ἐκ τῆς πόλεως
καὶ
θεωρεσάντων   καθήμενον τὸν
δαιμ
ονιζόμενον σωφρονοῦντα
καὶ
 ἱματισμένον καθήμενον  
παρὰ τοὺς πόδας τοῦ Ἰηῦ, [.] ἐφοβήθησαν.
36 ἀπήγγειλαν γὰρ αὐτοῖς οἱ ἰδόντες
πῶς ἐσώθη ὁ λίων. 37 ἠρώτησαν δὲ
τὸν Ιην  πάντες καὶ ἡ χώρα  τῶν
Γερασηνῶν ἀπελθεῖν ἀπ' αὐτῶν,
[.] φόβῳ γὰρ μεγάλῳ συνείχοντο:
[.]  ἐμβὰς δὲ [..] ὑπέστρεψεν.
38 ἠρώτα δὲ αὐτὸν
ὁ ἀνὴρ ἀφ' οὗ ἐξεληλύθει
τὰ δαιμόνια εἶναι σὺν αὐτῷ:
ἀπέλυσεν δὲ αὐτὸν λέγων, 39  Πορεύου
εἰς τὸν οἶκόν σου,[.] διηγούμενος ὅσα σοι
ὁ Θς ἐποίησεν. καὶ ἀπελθὼν κατὰ [.] τὴν
πόλιν ἐκήρυσσεν ὅσα ἐποίησεν αὐτῷ
ὁ Ἰης. 40 Ἐγένετο  δὲ ἐν τῷ ὑποστρέψαι
τὸν Ἰην ἀποδέξασθαι αὐτὸν τὸν ὄχλον,
ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
41 καὶ [.] ἐλθὼν ἀνὴρ [τῆς  συναγω]γῆς  πεσὼν [.]
- οὗτος ἄρχων τῆς συναγωγῆς [..] πεσὼν
ὑπὸ τοὺς πόδας τοῦ Ἰηῦ παρεκάλει αὐτὸν

εἰσελθεῖν εἰς τὴν οἰκίαν αὐτοῦ, 42 ἦν γὰρ
θυγάτηρ αὐτῷ μονογενὴς  [.] ἐτῶν .ιβ.
[..] ἀποθνήσκουσα. Καὶ ἐγένετο  ἐν τῷ
πορεύεσθαι
αὐτὸν οἱ ὄχλοι συνέπνιγαν
αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος
ἀπὸ ἐτῶν .βι., ἣν οὐδε εἷς ἴσχυεν θεραπεῦσαι
44 προσελθοῦσα [.] ἥψατο [..] τοῦ ἱματίου αὐτοῦ,
καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος
αὐτῆς. 45  ὁ δὲ Ἰης γνοὺς τὴν ἐξελθοῦσαν
ἐξ αὐτοῦ  δύνα
μιν  ἐπηρώτα , Τίς μου ἥψατο ;
ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος,
καὶ οἱ  σὺν αὐτῷ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε
καὶ ἀποθλίβουσιν καὶ λέγεις , Τίς μου
ἥψατο
; 46 ὁ δὲ [.] εἶπεν,  ἥψατό μού τις, ἐγὼ γὰρ
ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ.
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν
ἔντρομος 
οὖσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ
δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν
ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὅτι ἰάθη
παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτερ,
ἡ πίστις σου σέσωκέν σε: πορεύου ἐν [ε]ἰρήνῃ.
49Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται [.] ἀπὸ τοῦ
ἀρχισυναγώγου λέγοντες αὐτῷ ὅτι
Τέθνηκέν σου ἡ θυγάτηρ , μηκέτι σκύλλε
τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰης ἀκούσας
τὸν λόγον ἀπεκρίθη αὐτῷ λέγων,
Μὴ φοβοῦ, μόνον πίστευε, καὶ σωθήσεται.
51 εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν
εἰσελθεῖν  σὺν αὐτῷ τινα εἰ μὴ Πέτρον
καὶ Ἰωάνην καὶ Ἰάκωβον καὶ τὸν
πατέρα τοῦ κορασίου καὶ τὴν μητέρα.
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο
αὐτήν. ὁ δὲ εἶπεν, Μὴ κλαίετε,

οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.
53 καὶ κατελοῦν αὐτοῦ, εἰδότες ὅτι
ἀπέθανεν. 54 αὐτὸς δὲ κρατήσας τῆς χειρὸς
αὐτῆς ἐφώνησεν λέγων, Ἡ παῖς, ἔγειρε.
55 καὶ ὑπέστρεψεν τὸ πνεῦμα αὐτῆς,
καὶ ἀνέστη παραχρῆμα, καὶ ἐπέταξεν
δοθῆναι αὐτῇ φαγεῖν. 56  οἱ δὲ γονεῖς
αὐτῆς θεωροῦντες  ἐξέστησαν:
παρήγγειλεν δὲ αὐτοῖς μηδὲ εἰπεῖν
τὸ γεγονός.