Évangile de Luc, Codex Bezae Cantabrigiensis, chapitre VII KATA ΛΟΥΚΑΝ, VII, Codex Bezae Cantabrigiensis




1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ταῦτα τὰ ῥήματα λαλῶν,
[...] ἦλθεν εἰς Καφαρναούμ. 2 Ἑκατοντάρχου δέ
τινος τις κακῶς ἔχων ἤμελλεν τελευτᾶν,
ὃς ἦν αὐτῷ τίμειος. 3 καὶ ἀκούσας δὲ περὶ τοῦ Ἰηῦ
ἀπέστειλεν [,] πρεσβυτέρους τῶν Ἰουδαίων,
ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ
τὸν δοῦλον αὐτοῦ. 4 οἱ δὲ παραγενόμενοι [..]
ἡρώτων
αὐτὸν σπουδαίως, λέγοντες
ὅτι Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο, 5 ἀγαπᾷ
γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν
αὐτὸς οἰκοδόμησεν ἡμῖν. 6 ἐπορεύετο δὲ
μετ᾿
αὐτῶν ὁ Ἰης. ἤδη δὲ [.] οὐ μακρὰν
ἀπέχοντος αὐτοῦ [.] τῆς οἰκίας
ἔπεμψεν πρὸς αὐτὸν
 
ὁ ἑκατοντάρχος φίλους λέγων αὐτῷ, Κε, μὴ
σκύλλου,
οὐ γὰρ εἰμι ἱκανός
ἵνα ὑπὸ τὴν στέγην [.] εἰσ-
έλθῃς:7[.....] ἀλλ᾿ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
8 καὶ γὰρ ἐγὼ ἄνθρωπός
εἰμι ὑπ᾿ ἐξουσίαν τασσόμενος, ἔχων
ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ,
Πορεύου, καὶ πορεύεται,
καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται,
καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
9 ἀκούσας δὲ ταῦτα ὁ Ἰης ἐθαύμασεν [.]
καὶ στραφεὶς εἶπεν τῷ ἀκολουθοῦντι [.]
ὄχλῳ, Άμὴν, Λέγω ὑμῖν, οὐδέποτε 
τοσαύτην πίστιν εὗρον ἐν τῷ Ἰσραὴλ.
10 καὶ ὑποστρέψαντες εἰς [.] οἶκον οἱ πεμφθέντες

δοῦλοι
εὗρον τὸν ἀσθενοῦντα ὑγιαίνοντα.
11 Καὶ [.] τῇ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην
Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ
αὐτοῦ καὶ ὄχλος πολύς. 12 ἐγένετο  δὲ ὡς
ἤγγιζεν τῇ πύλῃ τῆς πόλεως, [..] ἐξεκομίζετο
τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ
αὐτοῦ, [..] χήρα οὔση , καὶ
πολὺς  ὄχλος τῆς
πόλεως συνεληλύθι αὐτῇ. 13 ἰδὼν δὲ
[.] ὁ Ἰης ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν αὐτῇ,
Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς
σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν,
καὶ εἶπεν, Νεανίσκε, νεανίσκε σοὶ λέγω,
ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς
καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν
τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος
πάντας, καὶ ἐδόξαζον τὸν Θν λέγοντες
ὅτι Προφήτης μέγας ἐξηγέρθη ἐν ἡμῖν,
καὶ ὅτι Ἐπεσκέψατο ὁ Θς τὸν λαὸν αὐτοῦ.
17 καὶ ἐξῆλθεν οὗτος ὁ λόγος ἐν ὅλῃ
τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ
τῇ περιχώρῳ. 18 Ἐν οἳς καὶ μἐχρι Ἰωάνου
τοῦ Βαπτιστοῦ
[....] ὃς καὶ προσκαλεσάμενος
δύο [.] τῶν μαθητῶν αὐτοῦ 19 λέγει
πορευθέντες εἴπατε αὐτῷ  , Σὺ εἶ ὁ
ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
20 καὶ παραγενόμενοι οἱ ἄνδρες  πρὸς
αὐτὸν εἶπαν, Ἰωάνης ὁ βαπτιστὴς
ἀπέστακλεν ἡμᾶς πρὸς σὲ λέγων,
Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσ-
δοκῶμεν; 21 ἐν αὐτῇ δὲ
τῇ ὥρᾳ ἐθεράπευεν
πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων
καὶ
πονηρῶν πνευμάτων , καὶ τυφλος [.]
ἐποίει βλέπειν. 22 καὶ ἀποκριθεὶς εἶπεν

αὐτοῖς, Πορευθέντες εἴπατε Ἰωάνῃ
εἶδον ὑμῶν οἱ ὀφθ[αλμο]ὶ καὶ ἃ
ἤκουσαν ὑμῶν τὰ ὦτα ὅτι τυφλοὶ
ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν,
λεπροὶ καθαρίζονται καὶ κωφοὶ
ἀκούουσιν, νεκροὶ ἐγείρονται,
πτωχοὶ εὐαγγελίζονται: 23 καὶ
μακάριός ἐστιν ὃς ἂν μὴ σκανδαλισθῇ
ἐν ἐμοί. 24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων
Ἰωάνου ἤρξατο λέγειν περὶ Ἰωάνου τοῖς
ὄχλοις
, Τί  ἐξήλθατε εἰς τὴν ἔρημον
θεάσασθαι; κάλαμον ὑπὸ
ἀνέμου σαλευόμενον; 25 ἀλλὰ τί
ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς
ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ
ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ
διάγοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην;
ναί, λέγω ὑμῖν, καὶ περισσότερον
προφήτου. 28
a  ὅτι  οὐδεὶς  μείζων ἐν
γεννητοῖς γυναικῶν προφήτης 
Ἰωάνου τοῦ Βαπτιστοῦ : 27  οὗτός ἐστιν
περὶ οὗ γέγραπται, Ἰδοὺ ἀποστέλλω
τὸν ἄγγελόν μου πρὸ προσώπου [.],
ὃς κατασκευάσει τὴν ὁδόν σου [..].
28
b λέγω δὲ ὑμῖν, ὅτι ὁ μικρότερος
αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ Θῦ μείζων
αὐτοῦ ἐστιν.
29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶ-
ναι ἐδικαίωσαν τὸν Θν, βαπτισθέντες
τὸ βάπτισμα Ἰωάνου: 30 οἱ δὲ Φαρισαῖοι
καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θῦ ἠθέτησαν [..]
μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. 31 Τίνι οὖν
ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς

ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί
εἰσιν τοῖς  παιδίοις τοῖς ἐν τῇ ἀγορᾷ
καθημένοις καὶ προσφωνοῦσιν
ἀλλήλοις, λέγοντες, Ηὐλήσαμεν ὑμῖν
καὶ οὐκ ὠρχήσασθε: ἐθρηνήσαμεν
καὶ [οὐ]κ ἐκλαύσατε. 33 ἐλήλυθεν γὰρ Ἰωάνης
ὁ βαπτιστὴς μήτε ἐσθίων [,] μήτε πίνων [.],
καὶ λέγετε, Δαιμόνιον ἔχει:
34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐσθ[ί]ων καὶ πείνων, καὶ λέγετε,
Ἰδοὺ ἄνθρωπος φάγος καὶ
οἰνοπότης, φίλος τελωνῶν
καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη
ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
36 Ἠρώτησεν  δέ αὐτὸν τις [...] τῶν Φαρισαίων
ἵνα φάγῃ μετ' αὐτοῦ: καὶ εἰσελθὼν εἰς
τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.
37 καὶ ἰδοὺ γυνὴ [.] ἦν ἐν τῇ πόλει ἁμαρτωλός, [.] 
γνοῦσα
ὅτι ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου,
κατάκειται,
κομίσασα μύρου ἀλάβαστρον
38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ
κλαίουσα, τοῖς δάκρυσιν [.] ἔβρεξε τοὺς
πόδας αὐτοῦ καὶ ταῖς θριξεὶ τῆς
κεφαλῆς αὐτῆς ἐξέμαξεν, καὶ
κατεφίλει τοὺς πόδας αὐτοῦ
καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ
ὁ Φαρισαῖος παρ᾿ ᾧ κατέκειτο,
εἶπεν ἐν ἑαυτῷ [.], Οὗτος εἰ ἦν προφήτης,
ἐγίνωσκεν ἂν τίς καὶ ποδαπὴ ἡ γυνὴ
ἡ ἁπτομένη αὐτοῦ, ὅτι ἁμαρτωλός
ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰης εἶπεν
πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν.

ὁ δέ ἔφη , Διδάσκαλε, εἰπόν [.].
41 ὁ δὲ εἰπεῖν,
δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι:
ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια,
ὁ δὲ ἕτερος 
δηνάρια πεντήκοντα.
42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι
ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν [.] αὐτόν
πλον ἀγαπήσει ; 43 ἀποκριθεὶς  Σίμων
εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλον
ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς
ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα
εἶπεν τῷ Σίμωνι , Βλέπεις ταύτην
τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν,
καὶ  ὕδωρ  ἐπὶ πόδας μοι οὐκ ἔδωκας:
αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου
τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς
ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας:
αὕτη δὲ ἀφ' ἧς εἰσῆλθον οὐ διέλιπεν
καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν
κεφαλήν μου
οὐκ ἤλειψας: αὕτη δὲ
μύρῳ ἤλειψεν [...]. 47 οὗ χάριν δὲ λέγω σοι,
ἀφέωνται [.] αὐτῇ πολλά,[......] 48 εἶπεν δὲ αὐτῇ,
Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο
οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς,
Τίς ἐστιν οὗτός ὃς καὶ ἁμαρτίας ἀφίησιν;
50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Γύναι
ἡ πίστις σου σέσωκέν σε: πορεύου ἐν [ε]ἰρήνῃ.