KATA ΛΟΥΚΑΝ, VI, Codex Bezae Cantabrigiensis




1 Kαὶ ἐγένετο αὐτὸν ἐν σαββάτῳ δευτεροπρώτῳ 
διαπορεύεσθαι διὰ τῶν σπορίμων,
οἱδὲ μαθηταὶ αὐτοῦ ἤρξαντο τίλλειν
τοὺς στάχυας καὶ ψώχοντες ταῖς χερσίν,
ἤσθιον. 2 τινὲς δὲ τῶν Φαρισαίων
ἔλεγον αὐτῷ, Ἐιδέ, τί ποιοῦσιν οἱ
μαθηταί σου 
τοῖς σάββασιν; ὃ οὐκ ἔξεστιν.
3 Ἀποκριθεὶςδὲ ὁ Ἰης ἔλεγεν πρὸς αὐτοὺς
Οὐδέποτε τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν
Δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς
καὶ οἱ σὺν αὐτῷ [.]; 4[.] εἰσελθὼν εἰς τὸν οἶκον
τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προσθέσεως
[.] ἔφαγεν καὶ ἔδωκεν καὶ τοῖς μετ' αὐτοῦ,
οἷς οὐκ ἐξὸν  ἦν φαγεῖν εἰ μὴ μόνοις
τοῖς ἱερεῦσιν
; 5 τῇ αὐτῇ ἡμέρᾳ θεασάμενός
τινα ἐργαζόμενον τῷ σαββάτῳ, εἶπεν αὐτῷ,
Ἄνθρωπε, εἰ μέν οἶδας τί ποιεῖς,
μακάριοςεἶ
·εἰ δὲ μὴ οἶδας, ἐπικατάρατος
καὶ παραβάτης εἶ τοῦ νόμου.

6 Καὶ εἰσελθόντος αὐτοῦ πάλιν εἰς τὴν
συναγωγὴν [.]σαββάτῳἐν ᾗ
ἦν ἄνθρωπος 
ξηρὰνἔχων τὴν χεῖρα
: 7 παρετηροῦντο
[.] αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι
εἰ [.] τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν
κατηγορῆσαι αὐτοῦ. 8 αὐτὸς δὲ γεινώσκων
τοὺς διαλογισμοὺς αὐτῶν, λέγε  [,] τῷ
τὴν χεῖρα
ἔχοντι  ξηρὰν  , Ἐγείρου καὶ στῆθι
ἐν τῷ  μέσῳ· : καὶ ἀναστὰς ἐστάθη.
9 εἶπεν δὲ ὁ Ἰης πρὸς αὐτούς, Ἐπερωτήσω
ὑμᾶς, εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθο
ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι
ἢ ἀπολέσαι; 10 οἱ δὲ ἐσιώπων

καὶ περιβλεψάμενος αὐτοὺς πάντας
ἐν ὀργῇ λέγει τῷ ἀνθρώπω, Ἔκτεινον
τὴν χεῖρά σου καὶ ἐξέτεινεν
καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὡς καὶ ἡἄλλη.
5b καὶ ἔλεγεν αὐτοῖς, ὅτι  Κς ἐστιν ὁ υἱὸς
τοῦ ἀνθρώπου καὶ
τοῦ σαββάτου 
11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ
διελογίζοντο πρὸς ἀλλήλους  πῶς
ἀπολέσωσιν αὐτὸν. 12 Ἐγένετο δὲ
ἐν ταῖς ἡμέραις ἐκείναις ἐξελθεῖν αὐτὸν
εἰς τὸ ὄρος  καὶ προσεύχεσθαι, καὶ ἦν
διανυκτερεύων ἐν τῇ προσευχῇ [.].
13 καὶ ὅτε ἐγένετο ἡμέρα, ἐφώνησεν
τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος
ἀπ' αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσεν,
14 πρῶτον Σίμωνα, ὃν καὶ Πέτρον 
ἐπωνόμασεν  καὶ Ἀνδρέαν τὸν ἀδελφὸν
αὐτοῦ, καὶ Ἰάκωβον καὶ Ἰωάνην 
τὸν ἀδελφὸν 
αὐτοῦ ὃυς ἐπωνόμασεν
Βοανηργές ὅ ἐστιν υἱοὶ βροντῆς 
καὶ
Φίλιππον καὶ Βαρθολομαῖον 15 καὶ Μαθθαῖον
καὶ Θωμᾶντὸν ἐπικαλούμενον  Δύδυμον
καὶ Ἰάκωβον τὸν τοῦ  Ἁλφαίου καὶ Σίμωνα
τὸν καλούμενον Ζηλωτὴν 16 καὶ Ἰούδαν
Ἰακώβου καὶ Ἰούδαν Σκαριώθ, ὃς καὶ
ἐγένετο προδότης. 17 Καὶ καταβὰς μετ' αὐτῶν
ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος [.] μαθητῶν
αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης
Ἰουδαίας καὶ ἄλλων πόλεων ἐληλυθότων [...]
18 ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν
νόσων αὐτῶν: καὶ οἱ ὀχλούμενοι
ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο.
19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει  ἅψασθαι

αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο
καὶ ἰᾶτο πάντας. 20 Καὶ ἔτι ἄρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς [.] ἔλεγεν,
Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν
ἡ βασιλεία τοῦ Θῦ. 21 μακάριοι οἱ πεινῶντες
νῦν, ὅτι χορτασθήσεσθε. [......]
22 μακάριοί ἐστε ὅταν μισήσουσιν ὑμᾶς
οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν [.]
καὶ ἐκβάλωσιν καὶ ὀνειδίσωσιν  τὸ ὄνομα ὑμῶν
ὡς πονηρὸν ἕνεκεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου:
23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
καὶ σκιρτήσατε, ὅτι  ὁ μισθὸς ὑμῶν πολὺς
ἐν τῷ οὐρανῷ: κατὰ τὰ αὐτὰ [.] ἐποίουν
τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι
ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25 οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι [.[, ὅτι
πεινάσετε. οὐαί ὑμῖν, οἱ
γελῶντες νῦν, ὅτι πενθήσετε
καὶ κλαύσετε. 26 οὐαὶ 
ὑμῖν ὅταν
καλῶς ὑμῖν εἴπωσιν [.] οἱ ἄνθρωποι,
κατὰ τὰ αὐτὰ [.] ἐποίουν τοῖς
ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν,
ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν,
καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς,
προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
29 τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα
πάρεχε αὐτῷ καὶ τὴν ἄλλην,
καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον
καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30 παντὶδὲ τῷ αἰτοῦντί σε δίδου,

καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν
οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς [.].
32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς,
ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ
τοῦτο ποιοῦσιν τοὺς ἀγαπῶντας αὐτοὺς
ἀγαπῶσιν. 33 καὶ εἰ ἀγαθοποιῆτε
τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία  χάρις
ὑμῖν  ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ
τοῦτο ποιοῦσιν. 34 κἂν δανίζετε
παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία  χάρις
ὑμῖν [ἐστίν]; καὶ γὰρ ἁμαρτωλοὶ
ἁμαρτωλοῖς δανίζουσιν ἵνα
ἀπολάβωσιν [..]. 35 πλὴν ἀγαπᾶτε τοὺς
ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε
καὶ δανίζετε μηδὲν ἀφελπίζοντες:
καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς,
καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς
χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους
καὶ πονηρούς. 36 Γίνεσθε οἰκτίρμονες
καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
37 [.] μὴ κρίνετε, ἵνα μὴ κριθῆτε:
[.] μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε.
ἀπολύετε, καὶ ἀπολυθήσεσθε:
38 δίδοτε, καὶ δοθήσεται ὑμῖν:
μέτρον καλὸν σεσαλευμένον
πεπιεσμένον  ὑπερεκχυννόμενον
δώσουσιν εἰς τὸν κόλμων ὑμῶν:
ᾧ γὰρ μέτρῳ μετρεῖτε
ἀντι-
μετρηθήσεται ὑμῖν. 39 Ἔλεγενδὲ
καὶ παραβολὴν αὐτοῖς: Μήτι δύναται
τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται; 40 οὐκ ἔστιν μαθητὴς

ὑπὲρ τὸν διδάσκαλον, κατηρτισμένος δὲ
πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41 Τί δὲ βλέπεις τὸ κάρφος [,] ἐν τῷ ὀφθαλμῷ
τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν
ἐν τῷ σῷ  ὀφθαλμῷ οὐ κατανοεῖς;
42 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου,
[.] ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ
 ὀφθαλμοῦ σου καὶ ἰδοὺ ἡ δοκὸς  ἐν τῷ σῷ
ὀφθαλμῷ ὑποκεῖται;  ὑποκριτά, ἔκβαλε
πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ,
καὶ τότε διαβλέψεις ἐκβαλεῖν
 τὸ κάρφος  ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου 
43 Οὐκ [.] ἐστιν δένδρον καλὸν ποιοῦν
καρποὺς σαπρούς, οὐδὲ [.] δένδρον σαπρὸν
ποιοῦν καρποὺς καλούς. 44 ἕκαστον
[.] δένδρον ἐκ τοῦ [.] καρποῦ αὐτοῦ γινώσκεται:
οὐ γὰρ ἐκλέγονται ἐξ ἀκανθῶν  σῦκα,
οὐδὲ  ἐκ βάτου σταφυλὴν  τρυγῶσιν.
45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ
θησαυροῦαὐτοῦ τῆς καρδίας προφέρει
[.] ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ
προφέρει τὸ πονηρόν: ἐκ γὰρ
περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46 Τί δέ με λέγετε, Κε 

κε, καὶ οὐ ποιεῖτε
 λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με
καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν
αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν
ὅμοιος: 48 ὅμοιός ἐστιν ἀνθρώπῳ
οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν
καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον
ἐπὶ τὴν πέτραν: πλημύρας δὲ γενομένης
προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ,
καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν τεθεμε-

λίωτο γὰρ ἐπὶ τὴν πέτραν  49 ὁ δὲ ἀκούσας
καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ
οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν
χωρὶς θεμελίου, [.] συνέρηξεν ὁ ποταμός,
καὶ [.] συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς
οἰκίας ἐκείνηςμέγα.