Évangile de Luc selon le codex Bezæ chapitre V KATA ΛΟΥΚΑΝ V, Codex Bezae Cantabrigiensis




1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ
τοῦ ἀκούειν τὸν λόγον τοῦ θεοῦ ἑστῶτος
 αὐτοῦ καὶ αὐτὸς ἦν παρὰ τὴν λίμνην Γεννησαρέδ,
2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην:
οἱ δὲ ἁλιεῖς ἀπ' αὐτῶν ἀποβάντες
ἔπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν
[.] πλοῖον ὃ ἦν Σίμωνος, ἠρώτησεν
αὐτὸν ἐπαναγαγεῖν ἀπὸ τῆς γῆς 
ὅσον ὅσον, καὶ καθίσας  ἐν τῷ  πλοίῳ
ἐδίδασκεν τοὺς ὄχλους. 4 ὅτε δὲ ἐπαύσατο
λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα,
Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε
τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 δὲ  Σίμων
ἀποκρ[ιθ]εὶς εἶπεν αὐτῷ, Διδάσκαλε,
δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν
ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου οὐ μὴ
παρακούσομαι.
6 καὶ εὐθὺς χαλάσαντες
τὰ δίκτυα συνέκλεισαν ἰχθύων  πλῆθος 
πολύ, ὥστε τὰ δίκτυα ρήσσεσθαι. 7 καὶ
κατένευον
τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ
πλοίῳ τοῦ ἐλθόντας βοήθειν αὐτοῖς:
ἐλθόντες  οὖν,  ἔπλησαν ἀμφότερα
τὰ πλοῖα ὥ[σ]τε  παρά τι βυθίζεσθαι [.].
8 δὲ Σίμων [.]  προσέπεσεν αὐτοῦ τοῖς ποσὶν [.]
λέγων, παρακαλῶ Ἔξελθε ἀπ' ἐμοῦ,
ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κε:
9 θάμβος γὰρ περιέσχεν αὐτὸν
[.....] ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον,
10 ἦσαν δὲ κοινωνοι  αὐτοῦ Ἰάκωβος
καὶ Ἰωάνης υἱοὶ Ζεβεδαίου. ὁ δὲ εἶπεν
αὐτοῖς , Δεῦτε  καὶ μὴ γείνεσθε ἁλιεῖς ,
ἰχθύων,
ποιήσω γὰρ ὑμᾶς ἁλιεῖς ἀνθρώπων
11 οἱ δὲ  ἀκούσαντες πάντα κατέλειψαν

ἐπὶ  τῆς γῆς καὶ 
ἠκολούθησαν αὐτῷ.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν
πόλεων καὶ ἰδοὺ ἀνὴρ [ ] λεπρός: καὶ ἰδὼν
τὸν Ἰην ἔπεσεν ἐπὶ πρόσωπον [..] λέγων,
Κε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
13 ἐκτείνας δὲ τὴν χεῖρα ἥψατο αὐτοῦ
λέγων, Θέλω, καθαρίσθητι: καὶ εὐθέως
ἐκαθαρίστη
. 14 καὶ αὐτὸς παρήγγειλεν
αὐτῷ μηδενὶ εἰπεῖν, [.] ἀπέλθε δὲ
καὶ
δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ
προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου
καθὼς προσέταξεν Μωϋσῆς, ἵνα
εἰς μαρτύριον ᾖ  ὑμῖν τοῦτο. 14b- ὁ δὲ
ἐξελθὼν ἤρξατο κηρύσσειν  καὶ
διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι
δύνασθαι αὐτὸν φανερῶς εἰς πόλιν
εἰσελθεῖν, ἀλλὰ ἔξω ἦν ἐν ἐρήμοις
τόποις : καὶ συνήρχοντο πρὸς αὐτὸν,
καὶ ἦλθεν  πάλιν εἰς Καφαρναούμ.
15 διήρχετο δὲ ὁ λόγος μᾶλλον  περὶ αὐτοῦ,
καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν
καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν
αὐτῶν: 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν
ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, αὐτοῦ
διδάσκοντος
, συνελθεῖν τοὺς Φαρισαίους
καὶ νομοδιδασκάλους
  ἦσαν δὲ
συνεληλυθότες ἐκ πάσης κώμης
τῆς Γαλιλαίας καὶ Ἰουδαίας [...] τοῦ ἰᾶσθαι αὐτούς.
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης
ἄνθρωπον ὃς ἦν παραλελυμένος,
καὶ ἐζήτουν εἰσενεγκεῖν αὐτὸν  καὶ
θεῖναι ἐνώπιον αὐτοῦ. 19 καὶ μὴ εὑρόντες

ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον
ἀνέβησαν ἐπὶ τὸ δῶμα καὶ ἀποσ-
τεγάσαντες τοὺς κεράμους  ὅπου ἦν
καθῆκαν  τὸν κράβαττον  σὺν τῷ
παραλυτικῷ εἰς τὸ μέσον ἔμπροσθεν
τοῦ Ἰηῦ. 20 ἰδὼν δὲ Ἰης  τὴν πίστιν αὐτῶν
λέγει τῷ παραλυτικῷ, Ἄνθρωπε,
ἀφέωνταί σου αἱ ἁμαρτίαι [,] . 21καὶ
ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς
καὶ οἱ Φαρισαῖοι ἐν ταῖς καρδίαις αὐτῶν,
λέγοντες, Τί [.] οὗτος [.] λαλεῖ βλασφημίας;
τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ εἷς [.] Θς;
22 ἐπιγνοὺς δὲ ὁ Ἰης τοὺς διαλογισμοὺς
αὐτῶν λέγει αὐτοῖς, Τί διαλογίζεσθε
ἐν ταῖς καρδίαις ὑμῶν πονηρᾷ;
23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σου
αἱ ἁμαρτίαι [.], ἢ εἰπεῖν, Ἔγειρε καὶ περιπάτει;
24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει
ὁ υἱὸς τοῦ ἀνθρώπου  ἐπὶ τῆς [γῆς] ἀφιέναι
ἁμαρτίας λέγει τῷ παραλυτικῷ,
Σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττον σου
καὶ πορεύου εἰς τὸν οἶκόν σου. 25 καὶ
παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν,
ἄρας τὴν κλείνην, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ
δοξάζων τὸν Θν. 26 [......] καὶ ἐπλήσθησαν
θάμβου[ς]  λέγοντες [,] Εἴδομεν παράδοξα
σήμερον. 27 Καὶ ἐλθὼν πάλιν παρὰ τὴν
θάλασσαν
: τὸν ἐπακολούθουντα
αὐτῷ  ὄχλον  ἐδίδασκεν καὶ παράγων
 εἶδεν Λευεὶ τὸν τοῦ Ἁλφαίου καθήμενον

ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ,
Ἀκολούθει μοι. 28 καὶ καταλιπὼν πάντα
ἀναστὰς ἠκολούθει αὐτῷ. 29 Καὶ ἐποίησεν

Λευεὶ
δοχὴν αὐτῷ μεγάλην  ἐν τῇ
οἰκίᾳ αὐτοῦ: καὶ ἦν ὄχλος πολὺς τελωνῶν
καὶ ἄλλων  ἀνακειμένων. 30 καὶ  οἱ
Φαρισαῖοι καὶ οἱ γραμματεῖς [.] ἐγόγγυζον
πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες,
Διὰ τί μετὰ τῶν τελωνῶν [..] ἐσθίετε
καὶ πίνετε; 31 ἀποκριθεὶς δὲ ὁ Ἰης
εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν
οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς
ἔχοντες: 32 οὐκ ἦλθον καλέσαι δικαίους
ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν, Διατί οἱ μαθηταὶ
Ἰωάνου καὶ  οἱ μαθηταί τῶν  Φαρισαίων
νηστεύουσιν πυκνὰ καὶ δεήσεις
 ποιοῦνται, οἱ  δὲ μαθηταί σου οὐδὲν  τούτων
ποιοῦσιν
. 34 ὁ δὲ Ἰης εἶπεν πρὸς αὐτούς,
Μὴ δύνανται οἱ  υἱοὶ τοῦ νυμφῶνος
ἐφ᾿ ὅσον ἔχουσιν
τὸν  νυμφίον μεθ᾿ ἑαυτῶν [..]
νηστεύειν
; 35 ἐλεύσονται δὲ ἡμέραι,
καὶ ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος
τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς
ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ
σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν:
εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ
παλαιῷ οὐ συμφωνήσει  τὸ ἀπὸ τοῦ καινοῦ.
ἐπίβλημα 37 καὶ οὐδεὶς βάλλει οἶνον νέον
εἰς ἀσκοὺς παλαιούς: εἰ δὲ μή γε, ῥήξει
ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς,τοὺς παλαιούς
καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ
ἀπολοῦνται: 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς
καινοὺς βάλλουσιν καὶ ἀμφότεροι τηροῦνται .
39 [.....]