KATA ΛΟΥΚΑΝ IV, Codex Bezae Cantabrigiensis




1 Ἰης δὲ πλήρης Πνς ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ
Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ
ἐρήμῳ
2 ἡμέρας τεσσαράκοντα
πειραζόμενος ὑπὸ τοῦ σατανᾶ
καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις
καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν
3 εἶπεν δὲ αὐτῷ ὁ διάβολος εἰ υἱὸς εἶ τοῦ Θῦ
εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοιγένωνται
4 καὶ ἀποκριθεὶς [.] ὁ Ἰης εἶπεν γέγραπται
[,] οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος
ἀλλ᾿ ἐν παντὶ ῥήματι Θῦ
5 καὶ ἀναγαγὼν αὐτὸν εἰς ὄρος ὑψηλὸν
λίαν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας
τοῦ κόσμου ἐν στιγμῇ χρόνου
6 καὶ εἶπεν πρὸςαὐτν ὁ διάβολος σοὶ δώσω
τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν
τούτων ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω
δίδωμι αὐτήν 7 σὺ οὖν ἐὰν προσκυνήσῃς
ἐνώπιον ἐμοῦ ἔσται σοῦ πᾶσα
8 καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰης εἶπεν γέγραπται
Κν τὸν Θν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ
λατρεύσεις 9 καὶ ἤγαγεν  αὐτὸν εἰς
Ἰερουσαλὴμ καὶ ἔστησεν αὐτὸν
ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ
εἰ υἱὸς εἶ τούτου θεοῦ βάλε σεαυτὸν ἐντεῦθεν
κάτω  10  γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις
αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε
11  καὶ [.] ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε
προσκόψῃς πρὸς λίθον τὸν πόδα σου 
12  καὶ ἀποκριθεὶς  ὁ Ἰησοῦς εἶπεν αὐτῷ
[.] γέγραπται οὐκ ἐκπειράσεις Κν τὸν Θν σου 
13  καὶ συντελέσας πάντα πειρασμὸν
ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι χρόνου 

14  καὶ ὑπέστρεψεν ὁ Ἰης ἐν τῇ δυνάμει τοῦ
Πνς εἰς τὴν Γαλιλαίαν καὶ φήμη ἐξῆλθεν
καθ' ὅλης τῆς περιχώρου περὶ αὐτοῦ 
15  καὶ αὐτὸς ἐδ[ίδ]ασκεν ἐν ταῖς συναγωγαῖς [,]
δοξαζόμενος ὑπὸ πάντων. 
16  Ἐλθὼν δὲ εἰς Ναζαρέδ ὅπου ἦν [,.,]
κατὰ τὸ εἰωθὸς [.] ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων
εἰς τὴν συναγωγήν καὶ ἀνέστη
ἀναγνῶναι  17  καὶ ἐπεδόθη αὐτῷ [,]
ὁ προφήτης Ἠσαΐας καὶ [ἀν]απτύξας [.]
εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον 
18  Πνα Κυ ἐπ' ἐμέ οὗ εἵνεκεν ἔχρισέν με
εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλμαι [,]
[....]κηρύξαι αἰχμαλώτοις ἄφεσιν
καὶ τυφλοῖς ἀνάβλεψιν ἀποστεῖλαι
τεθραυματισμένους
ἐν ἀφέσει 
19  κηρύξαι ἐνιαυτὸν
Κυ δεκτόν  20  καὶ  π[τ]ύξας τὸ βιβλίον
ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν
καὶ πάντων  ἐν τῇ συναγωγῇ
οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ 
21  ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς  σήμερον
πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν
ὑμῶν 22  καὶ πάντες ἐμαρτύρουν αὐτῷ
καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος
τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ
καὶ ἔλεγον οὐχὶ υἱός  Ἰωσὴφ
ἐστιν οὗτος  23  καὶ εἶπεν πρὸς αὐτούς
πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν
ταύτην, ἰατρέ θεράπευσον σεαυτόν
ὅσα ἠκούσαμεν γενόμενα εἰς
[,] Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ
πατρίδι σου  24  εἶπεν δέ ἀμὴν ἀμὴν λέγω ὑμῖν
ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν

ἐν τῇ πατρίδι ἑαυτοῦ  25  ἐπ' ἀληθείας [,] λέγω
ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς
ἡμέραις Ἠλίου ἐν τῷ Ἰστραήλ ὅτε
ἐκλείσθη ὁ οὐρανὸς [.] ἔτη τρία καὶ μῆνα[ς] ἕξ
ὡς ἐγένετο λιμὸς μέγας
ἐπὶ πᾶσαν τὴν γῆν  26  καὶ πρὸς οὐδεμίαν
αὐτῶν ἐπέμφθη Ἠλείας εἰ μὴ εἰς
Σάρεπτα τῆς Σιδονίας πρὸς γυναῖκα χήραν 
27  καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ
ἐπὶ Ἐλισαίου τοῦ προφήτου καὶ οὐδεὶς
αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰς ὁ Σύρος 
28  Οἱ  δὲ ἐπλήσθησαν πάντες θυμοῦ
ἐν τῇ συναγωγῇ ἀκούσαντες ταῦτα 
29  καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν
ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν
ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ' οὗ ἡ πόλις
οἰκοδόμηται αὐτῶν ὥστε κατακρημνίσαι
αὐτόν  30  αὐτὸς δὲ διελθὼν διὰ μέσου
αὐτῶν ἐπορεύετο  31  καὶ κατῆλθεν
εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας
 τὴν παραθαλάσσιον ἐν ὁρίοις
Ζαβουλὼν καὶ Νεφθαλείμ
 καὶ ἦν
διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν 
32  καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ
33 ἦν δὲ ἐν τῇ συναγωγῇ  ἄνθρωπος ἔχων
πνεῦμα δαιμόνιον ἀκάθαρτον καὶ ἀνέκραξεν
φωνῇ μεγάλῃ  λέγων, 34  [.] τί ἡμῖν καὶ σοί
Ἰηῦ Ναζορηναί ἦλθες ἡμᾶς ὧδε
ἀπολέσαι  οἶδά σε τίς εἶ ὁ ἅγιος τοῦ Θῦ 
35  καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰης λέγων
φιμώθητι καὶ ἔξελθε ἀπ' αὐτοῦ καὶ
ῤεῖψας αὐτὸν τὸ δαιμόνιον εἰς [.] μέσον

ἀνακραύγασαν τε
ἐξῆλθεν ἀπ' αὐτοῦ
μηδὲν βλάψας αὐτόν  36  καὶ ἐγένετο
θάμβος  μέγας ἐπὶ πάντας καὶ
συνελάλουν πρὸς ἀλλήλους λέγοντες
τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ
καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις
πνεύμασιν καὶ ἐξέρχονται  37  καὶ ἐξῆλθεν
ἡ ἀκοὴ περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς
περιχώρου  38  ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς
ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδραίου
πενθερὰ δὲ τοῦ Σίμωνος ἦν κατεχομένη
πυρετῷ μεγάλῳ καὶ ἠρώτησαν αὐτὸν
περὶ αὐτῆς  39  καὶ ἐπισταθεὶς ἐπάνω αὐτῆς
ἐπετίμησεν τῷ πυρετῷ καὶ ἀφῆκεν
αὐτήν παραχρῆμα ὥστε ἀναστᾶσαν
αὐτὴν διακονεῖν αὐτοῖς 40  δύσαντος  δὲ
τοῦ ἡλίου πάντες οἱ εἶχαν ἀσθενοῦντας
νόσοις ποικίλαις ἔφερον αὐτοὺς
πρὸς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστῳ [.] τὰς χεῖρας
ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς 
41  ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν
κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ
ὁ υἱὸς τοῦ Θῦ καὶ ἐπιτιμῶν οὐκ εἴα
αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν αὐτὸν  [.] Χριστὸν  εἶναι 
42  γενομένης δὲ ἡμέρας ἐξελθὼν
ἐπορεύθη εἰς ἔρημον τόπον καὶ οἱ
ὄχλοι ἐπεζήτουν αὐτόν καὶ ἦλθον
ἕως αὐτοῦ καὶ ἐπεῖχον αὐτὸν τοῦ μὴ
πορεύεσθαι ἀπ' αὐτῶν  43  ὁ δὲ εἶπεν
 πρὸς αὐτοὺς ὅτι  δεῖ με καὶ εἰς τὰς
ἄλλας
  πόλεις εὐαγγελίσασθαί 
τὴν βασιλείαν τοῦ Θῦ [,] εἰς τοῦτο γὰρ
ἀπεστάλην 44  καὶ ἦν κηρύσσων εἰς τὰς
συναγωγὰς τῆς Γαλιλαίας.