Évangile de Luc, Codex Bezae Cantabrigiensis, chapitre III KATA ΛΟΥΚΑΝ III, Codex Bezae Cantabrigiensis




1 - ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας
Τιβερίου Καίσαρος ἐπιτροπεύοντος
Ποντίου Πιλάτου τῆς Ἰουδαίας
[καὶ τετραρχοῦντος τῆς Γαλιλαίας]
Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ

τετραρχοῦντος τῆς Ἰτουραίας (bis)
καὶ τραχωνίτιδος χώρας
καὶ Λυσανίου τῆς Ἀβιλλιανῆς
τετραρχοῦντος 2 ἐπὶ ἀρχιερέως
Ἅννα καὶ Καΐφα ἐγένετο ῤῆμα Θῦ
ἐπὶ Ἰωάνην τὸν Ζαχαρίου υἱὸν
ἐν τῇ ἐρήμῳ 3 καὶ ἦλθεν εἰς πᾶσαν
τὴν περίχωρον τοῦ Ἰορδάνου
κηρύσσων βάπτισμα μετανοίας
εἰς ἄφεσιν ἁμαρτιῶν 4 ὡς γέγραπται
ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
ἑτοιμάσατε τὴν ὁδὸν Κυ εὐθείας ποιεῖτε
τὰς τρίβους ὑμῶν 5 πᾶσα φάραγξ
πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς
ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ
εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς
λείας 6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον Κυ
7 ἔλεγεν δὲ τοῖς ἐκπορευομένοις
ὄχλοις βαπτισθῆναι ἐνώπιον αὐτοῦ
γεννήματα ἐχιδνῶν τίςὑμῖν
ὑπέδειξεν φυγεῖν ἀπὸ τῆς μελλούσης
ὀργῆς 8 ποιήσατε οὖν καρπὸν ἄξιον
τῆς μετανοίας καὶ μὴ ἄρξησθε
λέγειν [.]αυτοῖς , πατέρα ἔχομεν
τὸν Ἀβραάμ λέγω γὰρ ὑμῖν
ὅτι δύναται ὁ Θς ἐκ τῶν λίθων τούτων
ἐγεῖραι τέκνα τῷ Ἀβραάμ 9 ἤδη δὲ [.]
ἡ ἀξίνη πρὸς τὴν ῤίζαν τῶν δένδρων
κεῖται πᾶν οὖν δένδρον μὴ ποιοῦν
καρποὺς καλοὺς ἐκκόπτεται καὶ εἰς
πῦρ βάλλεται 10 καὶ ἐπηρώτησαν αὐτὸν
οἱ ὄχλοι λέγοντες τί [.] ποιήσωμεν ;

ἵνα σωθῶμεν; 11 ἀποκριθεὶς δὲ
λέγει αὐτοῖς ὁ ἔχων δύο χιτῶνας
μεταδότω τῷ μὴ ἔχοντι καὶ ὁ ἔχων
βρώματα ὁμοίως ποιείτω
12 ἦλθον τε καὶ τελῶναι
ὁμοίως
βαπτισθῆναι
καὶ εἶπαν πρὸς αὐτόν, διδάσκαλε
τί ποιήσωμεν ἵνα σωθῶμεν;
13 ὁ δὲ εἶπεν [.] αὐτοῖς, μηδὲν πλέον
πράσσετε παρὰ τὸ διατεταγμένον ὑμῖν
πράσσειν 14 ἐπηρώτησαν δὲ [,] καὶ
στρατευόμενοι λέγοντες τί ποιήσωμεν
ἵνα σωθῶμεν; ὁ δὲ εἶπεν αὐτοῖς
μηδένα διασείσητε μηδὲ
συκοφαντήσητε καὶ ἀρκεῖσθε τοῖς
ὀψωνίοις ὑμῶν 15 προσδοκῶντος δὲ
τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων
ἐν ταῖς καρδίαις αὐτῶν περὶ [.] Ἰωάνου
μήποτε αὐτὸς εἴη ὁ Χρς 16 ἐπιγνοὺς
τὰ διανοήματα αὐτῶν εἶπεν,
ἐγὼ [.] ὑμᾶς
βαπτίζωἐν ὕδατι εἰς μετάνοιαν, δὲ
ἐρχόμενος ἰσχυρότερός μου ἔστιν
οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα
τοῦ ὑποδήματος [,] αὐτὸς ὑμᾶς
βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί
17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ
καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ
καὶ τὸν μὲν σῖτον συνάξει
εἰς [.] ἀποθήκην [.] τὸ δὲ ἄχυρον κατακαύσει
πυρὶ ἀσβέστῳ 18 πολλὰ μὲν οὖν καὶ ἕτερα
παραίνων εὐηνγελίζετο τὸν λαόν
19 ὁ δὲ Ἡρῴδης ὁ τετράρχης ἐλεγχόμενος
ὑπ' αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς
γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ

πάντων ὧν ἐποίησεν πονηρῶν
ὁ Ἡρῴδης 20 προσέθηκεν καὶ τοῦτο
ἐπὶ πᾶσιν[.] ἐνέκλισε τὸν Ἰωάνην ἐν φυλακῇ
21 ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα
τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ ,
καὶ προσευχομένου, ἀνοιχθῆναι τὸν
οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα
τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν
εἰς αὐτόν καὶ φωνὴν ἐκ τοῡ οὐρανοῦ
γενέσθαι, [,] υἱός μουεἶ σὺ , ἐγὼ σήμερον
γεγέννηκά σε 23 [.] ἦν δὲ Ἰηςὡςἐτῶν -λ-
ἀρχόμενος ὡς ἐνομίζετο εἶναι
υἱός Ἰωσὴφ
τοῦ Ἰακὼβ
24 τοῦ Μαθθὰν
τοῦ Ἐλεάζαρ
τοῦ Ἐλιοὺδ
τοῦ Ἰαχεὶν
τοῦ Σαδὼκ
τοῦ Ἀζὼρ
τοῦ Ἐλιακὶμ
τοῦ Ἀβιοὺδ
25 τοῦ Ζοροβαβὲλ
τοῦ Σαλαθιὴλ
τοῦ Ἰεχονίου
τοῦ Ἰωακὶμ
τοῦἘλιακὶμ
26 τοῦ Ἰωσεία
τοῦ Ἀμὼς
τοῦ Μανασσῆ
τοῦ Ἑζεκεία
τοῦ Ἀχὰς
27 τοῦ Ἰωαθὰν
τοῦ Ὀζεία
τοῦ Ἀμασίου
τοῦ Ἰωὰς
τοῦὈχοζίου
28 τοῦ Ἰωρὰμ
τοῦ Ἰωσαφᾶδ
29 τοῦ Ἀσὰφ
τοῦ Ἀβιοὺδ
τοῦ Ῥοβοὰμ
τοῦ Σολομὼν[...]

31 τοῦ Δαυεὶδ
32 τοῦ Ἰεσσαὶ
τοῦ βὴλ
τοῦ Βόος
τοῦ Σαλμὼν
τοῦ Ναασσὼν
33 τοῦ Ἀμιναδὰβ
τοῦἈρὰμ
[.] τοῦ Ἁσρὼμ
τοῦ Φάρες
τοῦ Ἰούδα
34 τοῦ Ἰακὼβ
τοῦ Ἰσὰκ
τοῦ Ἀβραὰμ
τοῦ Θάρα
τοῦ Ναχὼρ
35 τοῦ Σεροὺχ
τοῦ Ῥαγαὺ
τοῦ Φάλεκ
τοῦ Ἔβερ
τοῦ Σαλὰ
36 [.] τοῦ Ἀρφαξὰδ
τοῦ Σὴμ
τοῦ Νῶε
τοῦ Λάμεκ
37 τοῦ Μαθουσαλὰ
τοῦ Ἑνὼχ
τοῦ Ἰάρεδ
τοῦ Μαλελεὴλ
τοῦ Καϊνὰν
38 τοῦ Ἐνὼς
τοῦ Σὴθ
τοῦ Ἀδὰμ
τοῦ Θῦ.